← プルタルコス

食卓歓談集

§8.6.1-8.6.5

宴席の遅刻者の呼称と食事にまつわる語源

宴席に遅れて到着した若者たちへのからかいを契機として、食事に遅刻する者への呼称や古代の食習慣が論じられ、さらにギリシア語とラテン語における食事や日常事物の語源をめぐる冗談交じりの考察が繰り広げられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.6.1

τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον·1 οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.

私の年少の息子たちが劇場で演芸を観て長居し、食事に遅れてやって来ると、テオンの息子たちは彼らを「夕食妨害者」や「日暮れ食い」などと冗談交じりにからかった。すると彼らも負けじと、あちらを「夕食駆け込み屋」と言い返した。居合わせた年長者の一人は、「夕食駆け込み屋」とは夕食に遅れる者のことだと言った。遅刻すると歩行以上の速さで急いでいるのが目につくからである。そしてカエサルの道化師であったガルバの気の利いた言葉を想起した。ガルバは夕食に遅れてやって来る者たちを「夕食渇望者」と呼んでいたのである。彼らは多忙でありながらも、ごちそう好きのゆえに招待を決して辞退しなかったからである。

§8.6.2

ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτʼ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμά καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.

私は言った、ポリュカルモスもアテナイで民衆を指導し、民会で自らの生涯の釈明を行った際に次のように述べたではないか。「アテナイの市民諸君、これが私の実績です。そしてこれらに加えて、私は夕食に招かれて最後に来たことなど一度もありません」と。というのも、このような振る舞いはきわめて民主的であると見なされ、逆に人々は、遅れて来る者を待たされると、不快で寡頭派的な連中であるとして鬱陶しく思うからである。

§8.6.3

ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλʼ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖος ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.

これに対してソクラロスが若者たちを弁護して言った。「だがアルカイオスがピッタコスを『日暮れ食い』と呼んだのは、遅く食事をしたからではなく、多くの場合は無名で下劣な酒仲間を好んだからだと言われている。もっとも、かつては早すぎる時間に食事をすることは恥とされ、早朝の朝食がそう呼ばれるのはその不節制のためだとも言われているがね」。

§8.6.4

ὑπολαβὼν δʼ ὁ Θέων ἥκιστʼ εἶπεν εἰ δεῖ τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι τοὺς περὶ τὸν Εὔμαιον "ἐντύνοντας ἄριστον ἃμ ἠοῖ φαινομένῃφι" καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος "ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον." εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.2

するとテオンが遮って言った。「古代の生活を記録している者たちを信じるべきであるなら、とんでもないことです。彼らの言うところでは、昔の人々は勤勉であると同時に節度を保ち、夜明けに生酒に浸したパンを食べ、それ以外は何も口にしなかったのです。それゆえこれを生酒にちなんで『生酒浸し(アクラティスマ)』と呼び、彼らの夕食のために用意されるものを『おかず(オプソン)』と呼んだのです。一日の仕事を終えてから遅くに夕食を摂ったからです」。このことから、夕食(デイプノン)と昼食(アリストン)がそれぞれ何に由来してその名を得たのかについての議論が生じた。そしてアリストンはアクラティスマと同じものであると思われ、ホメロスがエウマイオスの一行について「夜明けの輝きとともにアリストンを整え」と述べていることがそれを証言している。また、明日(アウリオン)と同じく、朝の時刻にちなんでアリストンと名づけられたというのは説得力があるように思われた。他方、デイプノンは労苦から休息させる(ディアナパウエイ)からである。何かを成し終えてから、あるいは成し遂げる合間に夕食を摂るからである。このことも「木こりの男がデイプノンを用意した頃」と述べるホメロスから得ることができる。もっとも、ゼウスにかけて言うなら、アリストンは手近にあるあり合わせのもので何の手間もなく容易に摂るのに対し、デイプノンはすでに手をかけて用意されていることから、前者を「最も容易なもの(ラストン)」、後者をいわば「丹精されたもの(ディアペポネーメノン)」と呼んだのでないとするならばだが。

§8.6.5

ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη πράνδιον ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς κωμισσᾶτον λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθʼ Ὅμηρον, "ἡ δʼ αὖτʼ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε" καί μῆνσαν μὲν τὴν τράπεζαν ἀπὸ τῆς· ἐν μέσῳ θέσεως, πᾶνεμ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος τὸ κράνος εἴκασέ που στεφάνῃ· τὸ δὲ καῖρε δέρε, καί δέντης τοὺς ὀδόντας, καί λάβρα τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν.3

すると、生まれつき軽口好きで笑いを愛する私の兄弟ランプリアスが、ふざけた放談にこれほどの自由が与えられているのだから、ギリシア語の名称よりもローマ語の名称のほうがはるかに適切であることを示して見せよう、と言った。「というのも、夕食のことは交わり(コイノーニア)のゆえにコエナと呼ばれると言われているからだ。昔のローマ人は概して一人で昼食を摂り、夕食は友人たちと共にしたからである。また昼食は時刻にちなんでプランディウムと呼ばれた。午後の時間をエンディオンと呼び、昼食後の休息をエンディアゼインというからである。あるいは、欠乏する(エンデエース)前に摂る朝の食事または滋養を意味しているのである。 それに敷物、葡萄酒、蜂蜜、オリーブ油、味わうこと、乾杯すること、その他明らかに同じ名称を用いている無数の語は措くとしても」と彼は言った。「祝宴に繰り出すことをギリシア風にコミッサートゥムと呼び、混ぜることをホメロスに従ってミスケラーイ――『彼女はまたもや甘美な葡萄酒を混和器で混ぜた(エミスケ)』――と呼んでいると誰が言わないだろうか。また食卓(メンサ)を真ん中(エン・メソー)に置くことから、パン(パーニス)を飢え(ペイナ)を解くものとして、冠(コローナ)を頭(コリュペー)から――ホメロスが兜を冠に例えているように――、打ち叩く(カエデレ)を皮を剥ぐ(デレイン)から、歯(デンテス)をオドンテスから、そして唇(ラブラ)を食べ物をそれによって取り込む(ランバネイン)ことから名づけたと誰が言わないだろうか。したがって、これらの言葉も真顔で語られるのを聞くべきであるか、あるいは、名辞をあたかも垣根のように、ある部分は削り落とし、ある部分は取り壊して無理やり割り込んでくるあの者たちに、それほど軽々と言い逃れの隙を与えてはならないかのどちらかだ」。

構文注3 件
  1. 1τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον·

    文頭の属格 τῶν υἱῶν μου は τοὺς νεωτέρους に係る部分属格であり、文全体の主語は後続の οἱ Θέωνος υἱοί である。動詞 ἔσκωπτον は対格目的語(τοὺς νεωτέρους)と述語対格(κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα)をとる二重対格構文を構成している。分詞句 προσδιατρίψαντας ... ἐλθόντας は被修飾語である τοὺς νεωτέρους を修飾し、遅刻した理由または先行動作を表す。

  2. 726dεἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν

    εἰ μὴ νὴ Δία は反語的・挿入的に別の仮説を導入する定型表現(「〜でないとするならばだが」)。主節の主動詞は末尾の ἐκάλεσαν であり、主語(古の人々)は文脈から補われる。前半では分詞構文 προσφερόμενοι と、絶対属格に類似した名詞述語的対比節 τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον が対比され、後半の対格 ἐκεῖνο / τοῦτο がそれぞれ ῥᾷστον(ἄριστον の語源当て擦り)および διαπεπονημένον(δεῖπνον の語源当て擦り)を述語対格としてとっている。

  3. 727aδιὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν

    παραδύσεις διδῶμεν(「割り込む隙・抜け道を与える」)を骨格とする文。前置詞句 διὰ τῶν ὀνομάτων は παραδύσεις に係り、ὥσπερ τριγχίων(「あたかも石垣・低い塀のように」)がそれに挿入された比喩である。続く τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι は先行する ἐκείνοις に一致する複数与格の分詞句であり、語の文字や音を削ったり脱落させたりして強引に語源を結びつける民間語源家たちの手法を、塀の石を打ち壊して侵入路を作る様に喩えている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.6.1-8.6.5