← プルタルコス

食卓歓談集

§6.2.2

飢えと渇きを欠乏の補充とする反論

語り手は、渇きや飢えが導管の変形によるとする医師たちの見解を退け、欲求とは自然を維持するための欠乏の補給であると主張して、塩気のある食物、入浴、嘔吐、発熱、睡眠などの現象を水分の偏在と欠乏の解消によって論理的に説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.2.2

ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ ἐκλεῖπον ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν οἰκείων τῷ σώματι καὶ δεόντων ἐγγεγενημένον, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν.1 ἔπειτα ῥιγοῦν ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν,2 ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ θάλπειν πειρώμεθα καὶ σκέπειν πόλλʼ ἄττα περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν πνεύμασι μετρίοις, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς, ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ κατὰ θίξιν ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶς ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ καὶ διιόν, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν ἅμα τοῖς τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά, διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται, ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους διαφορὰς ἄλλας κατὰ πάθος ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων3 ἔχουσι τὸ δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.

私には、これらの議論は説得力をもって企てられてはいるものの、自然の最大の目的に対立しているように思われた。その目的へと、あらゆる動物を欲求が導き、欠乏したものの補充を渇望し、自らに本来的なもののうち欠けているものを常に追求するのである。 というのも、動物が無生物と最も異なっている点、これを身体にとって固有で必要なものを見張る生まれつきの目のように、私たちの生存と存続のために備わっていると言わず、導管の大小によって生じる何らかの状態や変化であるとみなすことは、自然をまったく顧慮しない者たちのすることであったからである。さらに、身体が本来の熱の欠乏によって凍えるのに、自然にかなった水分や食物の欠乏によって渇いたり飢えたりすることはもはやないとするのは不条理である。これよりもさらに不条理なのは、もし自然が充満のゆえに排出を求めながら、充満を求めるのは空虚のゆえではなく、何か別の状態が生じたためであるとする場合である。実際、動物におけるこのような必要や補充は、農耕において生じる事柄と何ら異なるものではない。多くの類似した影響を受け、助けられるからである。実際、乾燥に対しては灌漑によって水を与えられ、燃え盛るときには適度に冷やされる。また凍えるときには、多くの覆いを周りに巡らせてそれらを温め保護しようとする。そして私たちの力に及ばないことについては、自然が常に欠乏したものの補充を得て調和を保ち続けるよう、穏やかな露や適度な風を伴う日差しを神が与えてくださることを祈るのである。実際そのようにして、自然を保つものが食物と名付けられたのだと私は考える。そして植物においては、エンペドクレスが言うように、周りを取り囲むものから感覚を伴わずに適切なものを汲み上げることで保たれているが、私たちに対しては、調和において欠けているものを探し求め追求するよう欲求が教えるのである。とはいえ、述べられた事柄の各々が真実でないことをも見てみよう。風味と刺激性を持つものは、おそらく食欲ではなく、食物を受け入れる部位に刺すような刺激を生じさせるのであり、何かが引っ掻くときの接触による痒みのようなものである。もしこの状態も食欲をそそるものであるとしても、そのような食物によって希薄にされた前からあったものが分離し、導管が再編成されるからではなく、空にされ浄化されることによって欠乏を生み出していると考えるのが妥当である。酸味や刺激性や塩気のあるものは、物質を砕いて分散・消散させ、古くなったものや前日のものが押し出されることで食欲を新しくするからである。また入浴する者の場合、導管は形状を変えることによって渇きを止めるのではなく、肉体を通じて湿気を吸収し、湿った蒸気で満たされることによって止めるのである。そして嘔吐は異物を排出することで、自然に本来的なものの享受をもたらすのである。渇きとは単なる水分に対するものではなく、自然にかなった固有の水分に対するものだからである。それゆえ、異質のものが多く存在していても、人は欠乏した状態にある。異質な水分は、欲求の対象である自然にかなった水分を妨害し、それが退いて立ち去るまでは混合も融和も許さないからである。そしてそのとき、導管は同質のものを吸収するのである。熱病は水分を深部へと追いやり、中心部が燃え盛ることで、すべての水分がそこへと退き、圧迫されたまま保持される。それゆえ多くの者が、内部の緻密さが水分を圧迫して押し上げるために嘔吐すると同時に、身体の残りの部分の欠乏と乾燥によって渇くということが生じるのである。したがって、熱の緩みが生じて熱が中心部から立ち去ると、水分は再び分散しながら元の場所へと戻り、その性質に従って至る所へと行き渡ることで中心部に安らぎをもたらすと同時に、粗く乾燥していた肉を滑らかで柔らかくほぐし、しばしば汗をも引き起こす。ここから渇きを引き起こしていた欠乏は収まり停止するのであり、重苦しく身動きが取れなくなっていた場所から、それを必要とし欲している場所へと湿気が移動するからである。庭において、井戸に豊かな水があっても、誰かが水を汲み上げて植物に注ぎかけなければ植物が渇き栄養不足になるのが必然であるように、身体においても、水分が一つの場所に引き寄せられているときは、再び流入と拡散が起きるまでは、他の部分に欠乏と乾燥があるのは不思議ではないからである。まさに熱病の者たちにおいて熱が緩んだときに生じるのと同様のことが、渇きを抱えたまま眠りに落ちる者たちにも生じる。彼らにおいても、睡眠が中心部から水分を引き戻して各部位へとあまねく分配し、均等化と補充をもたらすからである。そもそも、飢えや渇きが生じるとされるこの導管の形態変化とは、いったいどのようなものなのか。私自身は導管に関して、受動的状態において閉塞することと解離することの他に差異を見出せない。そして閉塞していれば飲み物も食べ物も受け入れることができず、解離していれば空虚と間隙を生み出すのであり、それは自然にかなった固有のものの欠乏である。実際、親愛なる友よ、染色されると私は言ったが、箇所の収斂作用は刺激性と洗浄作用を有しており、それによって余剰なものが分泌され融解することで、導管は欠乏と空虚のために染料をより受け入れ、受け入れたものをしっかりと保持するのである。

構文注3 件
  1. 2εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν

    未完了過去動詞 ἦν の述語補語として、属格分詞 τιθεμένων が特徴・所有を表す属格(genitive of characteristic)として機能している。主語は先行する不定詞句全体(τὸ ... μὴ φάναι ... ἀλλὰ ... οἴεσθαι)であり、「〜とみなすことは、自然をまったく顧慮しない(考慮に入れない)人々の特徴であった(することであった)」という構文である。

  2. 2τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν

    述語形容詞 ἀλογώτερον の後にコピュラ ἐστί が省略された省略構文であり、接続詞 εἰ が導く条件節(「もし〜だとすれば」)が実質的な主語として機能している。また、κενώσεως μὲν ... διὰ πλήρωσιν と πληρώσεως δʼ οὐ διὰ κένωσιν において、原因を表す前置詞句(διὰ + 対格)と動詞 ἐφίεται の目的語となる属格が交差的に対置されている。

  3. 689aτῶν βαπτομένων ἔφην τόπων

    発話動詞 ἔφην が定冠詞・分詞 τῶν βαπτομένων とその被修飾名詞 τόπων の間に割り込む、極端な離隔(hyperbaton)の構造である。修飾関係は「染色される箇所の/被染色物の(収斂作用)」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.2.2