- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.0.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プルタルコスはソッシス・セネキオンに対し、肉体の感覚に付随する受動的な快のみを認める見解を退け、宴席における知的な言論や演劇の鑑賞こそが肉体から解放された魂独自の純粋な快であることを論じる。
περὶ τῶν τῆς ψυχῆς καὶ σώματος ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην,1 ἐμοὶ γοῦν ἄδηλόν ἐστιν, "ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·" πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους2 τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς ἡδονὰς τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς ὑποσύμβολα προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι3 τὸ φύσει φιλοθέαμον ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.
ソッシウス・セネキオンよ、魂と身体の快について、あなたが現在どのような見解を抱いているかは、少なくとも私には明らかではない。 「実に多くの、 影濃い山々と騒ぎ立つ海とが間にあるのだから」。 しかし以前のあなたは、魂には独自の喜ばしいものも、楽しむべきものも、およそ望ましいものなど何一つなく、ただひたすら身体の傍らで生きることで、身体の受動的状態に調子を合わせて微笑み、また逆に調子を合わせて顔を曇らせるだけのものであり、あたかも型取り板や鏡のように肉体の中に生じる感覚の似姿や幻像を受け入れているにすぎない、と考える者たちにまったく同調せず、称賛もしないように思われた。 というのも、この教義の無風流さは他の多くの点でも誤りであることが暴かれているが、酒宴においても、洗練された雅やかな人々が食後すぐに、まるでデザートのように言論へと赴き、言論を通じて互いを楽しませる際――身体はそうした言論にまったく、あるいは極めてわずかしか与らないのだが――、これこそ魂に独自に蓄えられた善き感情の貯蔵庫であると証言しており、これらこそが魂の唯一の快であり、あちら(身体の快)は魂にとって疎遠な、身体の色に染められたものにすぎないと証言しているからである。 それゆえ、ちょうど乳児に離乳食を食べさせる乳母たちが快をわずかしか分かち合わず、乳児たちを満腹させ、泣き止んだのを寝かしつけた時に、はじめて自分たちだけの時間となってふさわしい食事と飲み物を取って楽しむように、魂もまた飲食にまつわる快にあずかる際には、あたかも乳母のごとく身体の欲求に仕え、欲するものに便宜を図り、その欲望を宥めているのである。しかし身体が適度な状態となって静まった時には、煩わしい用事や奉仕から解放され、今やもっぱら魂自体の快へと赴き、言論や学識、歴史、また何か格別な事柄を聞き求め探究することによって饗宴を楽しむのである。 そしてこのことについて何をこれ以上言う必要があろうか。無骨で学芸を好まぬ者たちでさえ、食後には身体から最も遠く離れた別の快へと知性を向け、謎解きやなぞなぞ、文字の数遊びによる合言葉を出し合っているのを見る時、なおさらではないか。 宴席が物まね師や性格描写劇の演者、メナンドロスやその上演者たちに場を譲るようになったのもこれによるのであって、彼らが身体のいかなる苦痛を除去するわけでもなく、肉体の中に滑らかで心地よい運動を引き起こすわけでもなく、ただめいめいの中に生まれつき備わっている見ることを好む性質、すなわち魂の知を愛する性質が、私たちが身体にまつわる配慮や煩わしさから解放された時、独自の喜びと楽しみを求めるからなのである。
- 1ἣν σὺ νῦν ἔχεις γνώμην
主節の形容詞 ἄδηλον に対して関係代名詞 ἥν が名詞 γνώμην を伴って文頭に前置された構造(関係節の先取り、prolepsis / attraction)。意味的には「あなたが今どのような見解を抱いているか(疑問節)」として機能しており、先行詞が関係節内に取り込まれている。
- 672eτοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους
動詞 συμφέρεσθαι および ἐπαινεῖν の目的語となる分詞句 τοὺς ... οἰομένους の内部構造。οἰομένους の目的語が αὐτήν(=魂 ψυχή)であり、これに分詞 παραζῶσαν および後の ἀναδεχομένην が一致し、不定詞 συνεπιμειδιᾶν と συνεπισκυθρωπάζειν が οἰομένους に係っている。前半の οὐδὲν ... ὅλως は存在動詞 εἶναι の省略を伴う対格不定詞構文(「魂には独自のものなど何もないと考える者たち」)。
- 673bοὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι
理由の表現における構文の交代(破格構文・変化法)。先行する与格分詞 ὑπεξαιρουμένοις および ποιοῦσι は前の人物たち(μίμοις καὶ ἠθολόγοις...)に一致して「〜を除去するからでも、〜を引き起こすからでもなく」という否定の理由分詞として機能しているが、否定部から対比される肯定部へ移る際に ἀλλʼ ὅτι... と接続詞節へと構文が切り替わっている。
