- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.3.1-4.3.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
オートビュロスの婚礼でソッシオ・セネキオンが、なぜ婚礼の宴席には最も多くの客が招かれるのかという問題を提起し、ヘカタイオスの説を退けて世間に隠し通せない婚礼の性質を理由として挙げる。これを受けてテオンが、両家の結びつきや女性たちの関与によって客が増えるという理由を補足する。
ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος Σενεκίων· καὶ πολλῶν ἄλλων τε τῇ τόθʼ ἑορτῇ μάλα πρεπόντων παρέσχεν ἀφορμὰς καὶ περὶ τῆς αἰτίας, διʼ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι1 μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι.2 τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν· ὡς ὁ Μένανδρος πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ωπον δεινῶς οὐ πρᾶγμα νύμφης λέγεις.
息子のオートビュロスの婚礼に、ソッシオ・セネキオンがカイロネイアから駆けつけて私たちと共に祝宴に加わっていた。彼はその時の祝宴に大いにふさわしい他の多くの話題の契機を提供してくれたが、とりわけ、他のいかなる宴席にも増して最も多くの客が婚礼の宴に招かれる理由について疑問を提起した。というのも、立法者たちのうちで豪奢に対して全力で戦った者たちは、婚礼に招かれる客の数をとりわけ厳しく制限したからである。 「古代の哲学者の中で」と彼は言った、「まさにこの原因について論じた者は、少なくとも私の判断では、何ら説得力のあることを述べていない。アブデラのヘカタイオスは、妻を迎える者が宴に多くの人を招くのは、自分たちが自由身分であり、自由身分の家から妻をめとるのだということを多くの者が知見し証言するためだと述べている。しかし喜劇詩人たちは逆に、祝宴や準備の華麗さによって過度に豪勢で誇らしげに結婚する者たちを、まるで確固とした自信に満ちた結びつきをしていないかのように描いている。たとえばメナンドロスが、平鍋で囲い込むように命じる者に対して『お前は恐ろしいことを言っている、花嫁にふさわしいことではない』と言っているようにね。
ἀλλʼ ὅπως μή, τὸ ῥᾷστον, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων3 ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς παραλαμβάνουσιν. ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ συνιόντων δυεῖν, ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.
だが、一番安易なこととして、自分は何ら意見を言わずに他者を批判しているように見えたりしないよう、まず私自身が意見を表明しよう」と彼は言った、「結婚する者の宴ほど公然として世に知れ渡っている宴の口実は他に存在しない、と。実際、神々に生贄を捧げたり、友人を送り出したり、客をもてなしたりする際には、親しい者たちの多くに気づかれずに済ませることもできる。しかし婚礼の食卓には、高らかに響く婚姻歌、松明、そして笛という告発者がついており、それらはホメロスが言うように、戸口に立つ女たちまでもが驚嘆して見守るほどのものである。それゆえ、もてなしと招待を誰も知らぬはずがないため、招待を省くことを恥じて、すべての知己や親族、また何らかの形で自分に縁のある者たちを残らず招き入れるのだ」私たちがこれを受け入れると、テオンが引き取って言った。 「それもまた」と彼は言った、「認めることにしよう。説得力があるからね。そして望むなら、次のことも付け加えてくれたまえ。こうした宴は単に友人間のものであるだけでなく、親族間のものでもあり、家系にもう一つの親族関係が結び合わされるからだ。そしてこれよりもさらに大きな理由は、二つの家が一つに合わさるにあたって、嫁を迎える側は嫁を出す側の親族や友人を、嫁を出す側は嫁を迎える側の親族や友人をもてなすべきだと考えるため、招待の規模を二倍にするからだ。さらに、婚礼に関する多くのこと、いや大半のことは女たちによって取り仕切られる。そして女たちが同席するところには、男たちも招かれることが不可欠となるのだ」
- 666eτῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι
対格不定詞構文。先行する διηπόρησε の文脈から、婚礼の客数に関する歴史的・法的な背景事実を導入する間接話法として機能している。ὁρίσαι の主語は対格名詞句 τοὺς ... πολεμήσαντας(全力で戦った者たち)であり、属格 τῶν νομοθετῶν は部分の属格としてこれに係る。
- 666eἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι
与格分詞句。動詞 συνειδῶσι および μαρτυρῶσιν にかかる関心・対象の与格であり、文脈上の主語(花婿たち τοὺς ἀγομένους γυναῖκας)を指す。「彼らが自由身分であり、自由身分の家から妻をめとるのだということ」を同格的・述語的に補足している。
- 666eκαὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων
非人称動詞 ἔστι(〜することが可能である)に伴う不定詞 διαλαθεῖν の主語として、対格分詞 θύοντας, προπέμποντας, ξενίζοντας(人が神に犠牲を捧げ、友を送り出し、客をもてなすとき)が置かれ、διαλαθεῖν の目的語として πολλοὺς τῶν ἐπιτηδείων(多くの知己)が取られている。
