← プルタルコス

食卓歓談集

§3.1.3

医師トリュフォンによる花冠の医学的効能の解説

医師トリュフォンが議論を引き継ぎ、古代人が植物の効能や名称の由来を深く理解していたことを示しつつ、花冠や芳香が頭部を保護し二日酔いや酒の熱気を和らげる医学的メカニズムを解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1.3

ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· τεκμήρια δʼ ἔστι τινʼ ἔτι νῦν. Τύριοι μὲν Ἀγηνορίδῃ Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς κομίζουσι·; ῥίζαι γάρ εἰσι καὶ βοτάναι, διʼ ὧν ἰῶντο τοὺς κάμνοντας. ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος,1 ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπʼ αὐτῆς παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ ὁ Σοφοκλῆς αὐτόν ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα τουτέστι τῶν χθονίων, προσηγόρευκε. φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· οὐ γάρ ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ, ἀλλʼ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφʼ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς, ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δʼ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις,2 ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δʼ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες ὑποθυμίδας ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· μαρτυρεῖ δʼ Ἀλκαῖος κελεύων καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω στήθεος. οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν ἐπιθυμίδας γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον, ἀλλʼ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δʼ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας, ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δʼ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ·3 λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δʼ ἐστὶ δυνάμει τῇ δʼ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.

これを受けてトリュフォンが議論を引き取り、古代人たちはこれらについて何ら無思慮ではなかったと述べた。彼らは植物に由来する医術を極めて多く用いていたからである。 「今でもその証拠が幾つか残っています。ティロス人はアゲノールの子に、マグネシア人はケイロンに、最初に医術を施したとされる者たちとして初物を捧げています。〔それらは〕根や薬草であり、それらによって彼らは病人を治療していたからです。またディオニュソスも、最も強力で最も甘美な薬である葡萄酒を発明したことによって有能な医師とみなされたばかりか、その効能において葡萄酒と最も対立する蔦を尊ぶべきものへと高め、バッコス信者たちに蔦で冠を戴くよう教えたことによってもそうみなされました。蔦がその冷気によって酔いを鎮めることで、葡萄酒によって苦しめられることが少なくなるようにしたのです。また、いくつかの名称も、これらのことに関する古代人の深い探究心を明らかにしています。クルミの木をそのように名付けたのは、重く昏睡をもたらす気配を放ってその下に横たわる者たちを苦しめるからであり、スイセンをそう呼んだのは、神経を鈍らせ麻痺のような重苦しさを引き起こすからでした。それゆえソフォクレスもスイセンを、 『偉大なる神々の古き冠』 すなわち冥界の神々の冠と呼んだのです。また人々は、ヘンルーダもその効能から名付けられたと言います。なぜなら熱気のゆえの乾燥によって精液を凝固させ、全体として妊婦にとっては敵となるからです。一方で、アメジスト草とその名を同じくする宝石について、飲酒による酔いを防ぐことからそのように呼ばれたと考える人々は誤っています。それぞれその色彩から名付けられたのであって、その葉は生酒ではなく、水で薄められて酒の抜けた調合の葡萄酒に似ているからです。しかしながら、その効能から名称が与えられたものは他に数多く見出すことができます。古代人たちが酒宴の冠を用いた根拠となった彼らの配慮と豊かな経験を示すには、これらだけでも十分でしょう。というのも、生酒が頭を捉え、感覚の根源に向かって肉体を緊張させるとき、人間をひどく混乱させるのが常ですが、花々の発散する気配はこれに対して驚くほど役立ち、頭を酔いから城砦のように防壁で護るからです。温かい花々は毛穴を穏やかに緩めて葡萄酒に発散の出口を与え、やや冷たい花々は穏やかに触れることで立ち上る熱気を押し返します。スミレやバラの冠がまさにそうです。両者とも収斂性があり、その香りで頭の重さを抑えるのです。またヘンナの花やサフランやバッカリスは、酒を飲んだ者たちを苦痛のない眠りへと誘います。それらは滑らかで心地よい発散物を持ち、酔った者たちの身体の不調や荒れを穏やかに解消するので、平穏が生じることで二日酔いの重苦しさが鈍り、消化されていくのです。ある種の花々の香りが頭脳の周りに立ち上ると、感覚器官の通り道が清められ、熱気によって分離された体液が衝撃や激変を伴うことなく穏やかに薄まり、本来冷たい頭脳が適度に温められます。それゆえ人々は、花冠を特に首から掛けて 『ヒポテュミス』 と呼び、これらから採った香油を胸に塗ったのです。アルカイオスも、 『香油を彼の苦難に満ちた頭と白髪の胸に注ぎかけよ』 と命じてこれを証言しています。このようにして、香りはこの部位からも熱気によって放たれ、嗅覚によって捉えられて頭脳へと飛び込むのです。彼らが首にかける冠をヒポテュミスと呼んだのは、魂の気概が心臓に宿ると考えたからではありません。もしそのためならエピテュミスと呼ぶ方がより相応しかったはずですが、私の言う通り、立ち上る発散物と薫気によるのです。花冠の発散物がこれほどの力を持つことに驚いてはなりません。なぜなら、イチイの陰は、開花に向かって最も勢いづいているとき、その下で眠り込んだ人間を死に至らしめると伝えられていますし、ケシから発散される気配は、用心を怠ってその乳汁を採取する者たちを卒倒させることがあるからです。またアリッソンと呼ばれる薬草を、手にするだけでも、またある人々は眺めるだけでも、しゃっくりから解放されます。また家畜の囲いの周りに植えれば、羊の群れや山羊の群れにとっても良いと言われています。バラがそう名付けられたのも、香りの豊かな流れを放つからに他なりません。それゆえ最も急速に萎れるのです。バラは効能としては冷却作用を持ちますが、見た目は火のように燃えています。それも不合理なことではありません。バラの熱気は薄く表面に咲き誇り、冷気によって外側へと押し出されているからです」

構文注3 件
  1. 647aἰατρὸς ἐνομίσθη μέτριος

    μέτριος は通常「中庸な」「適度な」を意味するが、ここでは否定語 οὐ μόνον... と連動し、「並一通りの、劣った医師ではなく、少なからぬ(優れた)医師とみなされた」という緩叙法(litotes)として用いられている。

  2. 647dὅσα δʼ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις

    直前の τῶν μὲν θερμῶν... ἀναχαλώντων(属格絶対構文)と意味上対比関係にあるが、ὅσα δʼ ἡσυχῆ ψυχρά と主格関係名詞節の形を取りつつ、分詞属格 ἀνακρουομένων に接続する破格構文(anacoluthon)を形成している。意味上は「(花々のうち)穏やかに冷たいものが……跳ね返すことによって」と解される。

  3. 648aτὴν δʼ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ

    対格句 τὴν δʼ ἄλυσσον καλουμένην βοτάνην が強調のため文頭に置かれているが、主節の述語 ἀπαλλάττονται λυγμοῦ ではなく直後の分詞(λαβόντες, προσβλέψαντες)の直接目的語であり、主節の主語は分詞の暗黙の動作主(人々、後半は先行する οἱ μέν を伴わない οἱ δέ で一部を区別)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.1.3