← プルタルコス

食卓歓談集

§2.1.5-2.1.7

非難を装った賞賛と相手を喜ばせる上品な冗談

当事者の美点や潔白が明白な場合に成立する「非現実の欠点による賞賛」や、罵倒語・苦情の形式を装った逆説的な賛辞(反転したアイロニー)が、いかに人を傷つけずに喜ばせる上品な冗談となり得るかを実例とともに論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1.5

οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν·1 οἷον ὁ Ξενοφῶν τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. καὶ Κυήτου τοῦ ἡμετέρου μέμνησαι γάρ ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος ἀλλὰ μήν ἔφη θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς· τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχε, κλέπτῃ δʼ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. καὶ Σωκράτην πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος. ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν οὐκ ἐγώ σε τρέφω; τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. δεῖ δʼ ὁμολογουμένως καὶ βεβαίως προσεῖναὶ τι χρηστόν· εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν.2 ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. οὕτως ὁ Κῦρος ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος. καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὴς ηὔλησε γελοίως· αἰτιωμένων δὲ τῶν παρόντων, ἐκεῖνος καλλιερήσας ἔστιν ἔφη τὸ κεχαρισμένως αὐλεῖν θεόθεν· ὁ δʼ Ἰσμηνίας γελάσας ἀλλʼ ἐμοῦ μὲν εἶπεν αὐλοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δʼ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν.

とはいえ、まず、当事者であれば痛手となるような冗談も、その非難から遠く隔たっている人々に対して向けられるならば、ある種の愉悦と愛嬌を生むと私には思われる。たとえばクセノポンは、あの極めて醜く毛深い男がサンバウラスの愛童であると戯れにからかわれる様子を描いている。また我らの友クエトゥスが、病気で手が冷たいと言ったとき、アウフィディウス・モデストゥスが、「いやはや、属州からは温かい手を持ち帰られたではないですか」と言ったのを覚えているだろう。これは彼にとっては笑いと寛ぎをもたらしたが、もし盗財を働く前執政官であれば侮辱であり恥辱となったはずである。それゆえソクラテスも、きわめて端正な顔立ちのクリトブロスに対して美の勝負を挑んだとき、戯れていたのであって嘲笑していたのではなかった。またアルキビアデスも、アガトンをめぐる嫉妬についてソクラテスをからかった。また王たちも、自分たちがまるで貧者や私人であるかのように言われることを喜ぶ。ピリッポスにからかわれた寄食者が、「私があなたを養っているのではないですか」と言ったようなものである。存在しない欠点を言うことによって、現に備わっている美点を際立たせるからである。ただし、何らかの美点が誰の目にも疑いなく確実に備わっていなければならない。そうでなければ、言われたことは反対に疑念を招く当て擦りとなってしまう。現に大富豪に対して債権者たちをけしかけてやると言ったり、水飲みで節度ある人に酒乱で酔っ払っていると言ったり、気前よく豪壮で寛大な人にけちやクミン割りと言ったり、法廷や国政で重きをなす人に広場で捕まえてやると脅したりする者は、寛ぎと微笑みをもたらすのである。このようにキュロスも、仲間たちに自分が劣っている事柄へと勝負を挑むことで、親しみやすく喜ばれる存在となった。またイスメニアスが生贄の儀式で笛を吹いていた際、神意の吉兆が現れなかったため、雇い主が笛を奪い取って不器用に吹いた。居合わせた者たちが非難する中、その男の演奏で吉兆が現れると、「神々に喜ばれるように笛を吹くのは神の賜物なのだ」と言った。これに対してイスメニアスは笑って、「いや、私が吹いていたときは神々が喜んで長居しておられたのだが、お前の笛からは早く逃れたくて生贄を受け取られたのだ」と言った。

§2.1.6

ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπʼ εὐθείας ἐπαινούντων. καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ τοῦ Σοφοκλέους Οἰδίπους "ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος." ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους·3 ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν καὶ προαγωγείαν ὀνομάσας. Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν.

さらに、物事の優れた点を罵倒の言葉を用いて戯れに呼ぶ者たちは、もしそれを巧みに行うならば、率直に賞賛する者たち以上に当人を喜ばせる。実際、不吉なことを避けてよい言葉で非難する者たち――例えば悪人をアリステイデスと呼び、臆病者をアキレウスと呼ぶ者たちや、ソポクレスのオイディプスが「この信義篤き、最初からの友クレオンよ」と言うような者たち――がより激しく刺すのと同じである。それゆえ、賞賛に関するこのやり方は、一種の反転したアイロニーであると思われる。これはソクラテスも用いたもので、アンティステネスが人を親交に導き好意へと引き寄せる力を、ポン引きや仲介や周旋の業と呼んだのである。また哲学者クラテスが、どの家に入っても敬意と親愛をもって迎えられたことから、人々は彼を「扉開け」と呼んだ。

§2.1.7

ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν "ὅς με ῥάκη τʼ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον." οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε διʼ ὃν οὐδʼ ἀποδακρῦσαι γέγονεν ἡμῖν. καὶ ὁ τὸν δειπνίζοντα καθʼ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, διʼ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους "ὄξους σπανίζειν δῶμα" ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.

また、感謝の意を露わにした苦情も魅力的な冗談となる。ディオゲネスがアンティステネスについて次のように言った通りである。 「私にぼろをまとわせ、乞食となるよう、 そして家から追い出されるよう強いられたあの方よ。」 もし彼が「私を賢明で自足し至福な者にしてくださったあの方よ」と言ったなら、これほど説得力を持たなかったであろう。またあるスパルタ人は、煙の出ない薪を用意してくれた体育館長を非難するふりをして、「おかげで我々は涙を流すことすらできなくなった」と言った。また毎日食事をもてなしてくれる人を、その人のせいで何年間も自分の食卓を見ていないと言って「人買い」や「僭主」と呼ぶ者もそうである。また貧者から富豪になった者が、王の企みによって余暇と睡眠を奪われたと言うのもそうである。さらに、裏返してアイスキュロスのカベイロイたちを、彼ら自身が戯れに脅した通りに「館の酢を欠乏させた」と言って咎めるような場合もそうである。こうした表現はより鋭い愛嬌を備えて心に触れ、賞賛される者たちに反感を抱かせることも苦痛を与えることもないからである。

構文注3 件
  1. 5τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν

    不定詞構文の主語は中性複数名詞句 τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα(「やましいところのある者たちを苦しめるような冗談」)であり、与格名詞句 τοῖς μακρὰν οὖσι τῆς διαβολῆς(「その中傷から遠く離れている者たち」)は間接目的語(利害の与格)として「~に対しては/~に向けられるならば」と機能する。

  2. 632cεἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν

    条件文の省略形 εἰ δὲ μή(「そうでなければ」)に続く主節において、τὸ λεγόμενον は主語、ἀμφισβητήσιμον は述語的対格、τὴν ὑπόνοιαν は目的語(「言われたことは、その含意・当て擦りを疑わしいものにしてしまう」)。副詞的に置かれた τοὐναντίον は「かえって/反対に」の意を添える。

  3. 632dἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους

    文の主語は中性冠詞句 τὸ περὶ τοὺς ἐπαίνους(「賞賛に関する事柄/賞賛におけるこの手法」)であり、述語名詞句 ἀντίστροφον... γένος εἰρωνείας(「アイロニーの反転した種」)へと繋がる。通例のアイロニー(悪口の代わりに美辞を用いること)の逆の現象であることを示す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.1.5-2.1.7