← プルタルコス

ソクラテスのダイモニオンについて

§5-6

アルクメネの墓の青銅板とリュシスの墓を訪れた異邦人

ペイドラオスがアルクメネの墓の発掘と奇妙な青銅板について語り、テオクリトスがディルケの墓にまつわる秘儀とスパルタ人の動向を論じた後、一同は嘆願に失敗したシンミアスのもとへ入り、彼からリュシスの墓を訪れた謎の異邦人について知らされる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

καὶ ὁ Θεόκριτος εἰς καιρόν ἔφη καὶ· ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίνʼ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρʼ ὑμῖν ἀνοιχθέντος· εἰ δὴ παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος εἰς Σπάρτην τὰ λείψανα μετεκόμιζε καὶ ὁ Φειδόλαος οὐ γάρ1 ἔφη παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπʼ αὐτῶν. εὑρέθη δʼ οὖν σώματος, ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύʼ ἀμφορεῖς κεραμεοῖ γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν τοῦ μνήματος πίναξ χαλκοῦς ἔχων γράμματα πολλὰ θαυμαστὰ ὡς παμπάλαια γνῶναι γὰρ ἐξ αὑτῶν οὐδὲν παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος τος, ἀλλʼ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, κατʼ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ ταὐτομάτου γενέσθαι νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν ἀνασχομένους ὀρυττόμενον·.2 καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ἀλλʼ οὐδʼ αὐτοῖς ἔφη Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν·3 ἐπανελθὼν δʼ ἐκεῖθεν οἷός ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον, ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας ἐπʼ αὐτῷ δράσαντες ἀπύρους ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότους ἀπέρχονται χωρισθέντες. ἐγὼ δὲ τ μέν,4 ὦ Φειδόλαε, καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω. φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδʼ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτʼ εἰδότες οὐδὲν οὔτε ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν5 εἶτʼ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδʼ ἔφην ἐγώ τίνα λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.

するとテオクリトスが 「折しも良い時に、 と言った、 まるで誂えたかのようだ。というのも、そちらでアルクメネの墓が開けられたとき、何が見つかり、全体としてどのような様子であったのか知りたいと思っていたのだ。アゲシラオスが人を送って遺骨をスパルタへ移送したとき、君自身も居合わせていたのならだが」するとペイドラオスが 「いや、 と言った、 居合わせなかったのだ。そして大いに耐えがたく思い、市民たちに対して憤りを募らせたものの、彼らに見捨てられてしまったのだ。さて、遺体は見つからず、大きくはない青銅の腕輪一つと、歳月のうちにすでに石化し凝固した土が入った陶器のアンポラ二つが見つかった。そして墓の前には、極めて古代のものとして驚くべき文字が多数刻まれた青銅の銘板があった。青銅を洗い流したときには文字が浮き出たものの、それ自体からは何も読み取ることができず、その字形は独特で異邦のものであり、エジプト文字に酷似していた。そのためアゲシラオスも、人々の言うところによれば、王のもとへ写しを送り、神官たちに見せて解読できるかどうか尋ねさせたのだという。だがこれらについては、おそらくシンミアスが我々に何か語ってくれるかもしれない。彼は当時エジプトで、哲学のために神官たちと多くの交わりを持っていたからだ。ところでハリアルトスの者たちは、この大凶作と湖の氾濫が偶然生じたのではなく、墓が掘り起こされるのを許したことに対するその墓の祟りが自分たちに降りかかったのだと考えている」するとテオクリトスは少し間を置いて 「だが、彼ら と言った、 スパルタ人自身にとっても神威は怒りを解いていないようだ。先ほどリュサノリダスが我々に打ち明けた兆候が前もって示している通りだ。そして今、彼はいかにも何らかの神託に従って、再び塚を盛り土し、アルクメネとアレオスに注ぎの供養をするためにハリアルトスへ赴くところだが、そのアレオスが何者であるかは知らないのだ。そしてそこから戻った暁には、ヒッパルコスを務めた者たち以外にはテーバイ人にも知られていないディルケの墓を探し出そうとしている。というのも、退任する者が新たに就任する者をただ一人連れて夜のうちに示し、その上で火を用いない密儀を執り行い、その痕跡をかき乱して消し去ったうえで、暗闇の中で互いに分かれて立ち去るからだ。だがペイドラオスよ、彼らが首尾よく見つけ出せるとは私は毛頭思わない。なぜなら正当にヒッパルコスを務めた者の大半、いやむしろゴルギダスとプラトンを除く全員が亡命しており、その二人からは、〔彼らは〕この男たちを恐れて聞き出そうとさえしないだろうからだ。そして今カドメイアにいる支配者たちは、何も知らずに槍と印章を受け継いでいるのだから……」テオクリトスがこう語っている間に、レオンティデスが友人たちと共に出てきた。そこで我々は中に入り、寝台の上に腰掛けているシンミアスに挨拶したが、彼は嘆願が実を結ばなかったとみえて、深く沈思し大いに悲嘆にくれている様子であった。 彼は我々一同を見渡すと、「ヘラクレスよ、 と言った、 何と野蛮で残忍な習性か! 昔のタレスが久しぶりに異国から帰国した際、友人たちから最も奇異な見聞は何かと尋ねられ、実に至言を吐いたのではないか、 『僭主の と彼は言った、 老人だ』と。 というのも、個人的に不正な扱いを受けたことがない者であっても、その重圧そのものと対話の冷酷さに嫌悪を覚え、無法で専断的な権力支配に敵意を抱くからだ。だが、このことはおそらく神のお心に留まることだろう。ところでカペイシアスよ、君たちのところへやって来た見知らぬ者が誰であるか知っているかね」 「知りません、 と私は言った、 誰のことを言っているのですか」 「だが、 と彼は言った、 レオンティデスが言うには、夜が明ける頃にリュシスの墓の傍らから立ち上がる男の姿が見られたそうだ。多くの従者と壮麗な装飾を伴って堂々たる風采であり、その場で藁敷きの上に寝泊まりしていたという。というのも、セイヨウニンジンボクやギョリュウの粗末な寝床と、さらに犠牲獣を焼いた痕跡や乳の注ぎの跡が見られたからだ。そして朝になると、出くわす人々にポリュムニスの子供たちが在宅しているかどうか尋ねていたとのことだ」 「してその異邦人とは と私は言った、 いかなる人物なのでしょうか。あなたの言われるところからすると、並ならぬ人物であって、平民の俗人ではないように思われますが」

構文注5 件
  1. 5οὐ γάρ

    応答における「οὐ γάρ +直説法動詞(παρέτυχον)」は、言外の否定応答の理由を導く表現であり、「いや、居合わせなかったのだ(というのも私はその場に居合わせなかったからだ)」という否定を表す。「οὐ」は動詞「παρέτυχον」を直接否定し、直前の仮定(εἰ δὴ παρεγένου)を退けている。

  2. 578aἀνασχομένους ὀρυττόμενον

    「ἀνέχομαι(耐える、容認する)」が分詞補文「ὀρυττόμενον(掘り起こされるのを)」を伴い、「掘り起こされるのを容認した」の意となる。対格分詞「ἀνασχομένους」は不定詞「περιελθεῖν」(主語は「τοῦτο」)の目的語(ハリアルトスの住民たち)として用いられており、彼らが冒瀆を許したことに対する罰としての怒りが降りかかったという因果関係を示している。

  3. 578bἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν

    先取り構文(prolepsis)。間接疑問節「ὅστις ἦν」の主語となるべき「Ἄλεος」が、先行する動詞分詞「ἀγνοῶν」の直接対格目的語「τὸν Ἄλεον」として文頭に引き出されている(「アレオスが何者であるかを知らずに」)。

  4. 578bτ μέν

    写本上の「τ μέν」は伝承の乱れであり、後続する理由説明の「γάρ」節(有資格者の大半が亡命し、残る二人にも訊ねられず、現在の役人は何も知らない)と論理的に整合させるためには、「οὔτι μέν」あるいは「οὐ μέντοι」(否定)と補正して「首尾よく見つけ出せるとは思わない」と解釈するのが通例である。

  5. 578dἀγρίων καὶ βαρβάρων ἠθῶν

    感嘆の属格(genitive of exclamation)。間投詞「ὦ Ἡράκλεις」に続き、嘆きや憤りの対象・感情の動因を属格で表す構文(「ヘラクレスよ、何と野蛮で残忍な習性か!」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:5-6