- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:20#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
魂の思考が肉体全体を動かす原理から、ダイモンの知性が言語を介さず直接人間の知性に働きかける機序が説明され、ソクラテスがその清澄な魂ゆえに覚醒時にもダイモンの導きを受けられた理由が少年の頃の神託を引いて論じられる。
ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, ἅμα τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ βαλέσθαι τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν,1 ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. εἰ δʼ ὁ τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθʼ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλʼ ἐν ὅσῳ μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι2 θύραθεν ἐφαπτομένης ἣν πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδʼ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δʼ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος διʼ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν οὐκ ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων ὁ ἀὴρ τρεπόμενος διʼ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται3 διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τῶν δʼ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν· οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δʼ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλʼ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ Μούσαις, τὰ δʼ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.
このことから何よりも、思考された事柄がいかに大きな力を持つかを理解することができる。なぜなら、感覚のない骨や腱、体液に満ちた肉、そしてこれらから成る重い肉体という塊は、静止して横たわっているが、魂が何かに意を留め、それに向かって情動を動かすや否や、全体として立ち上がり引き締まり、あたかもすべての部分に翼が生えたかのように行動へと向かっていくからである。そして、魂が思念することによって情動の力で肉体の塊を引き連れていくその運動、緊張、協調の様態を完全に見通すことが困難、あるいはまったく途方に暮れることだとしても、声によらずに心に思い描かれたロゴスがかくも平易に人を動かすのであるから、私が思うに、より優れた知性によって知性が導かれ、外から触れるより神的な魂によって導かれること――理性が理性に対して本来持ちうる接触、あたかも光に対する反射光のような接触を通じて導かれること――を、我々が受け入れがたく思うことはないはずである。実のところ、我々は互いの思念をあたかも闇の中で探り当てるように音声を通じて認識しているが、ダイモンたちの思念は輝きを持ち、それを受け止めうる人々に光を投げかけるのであり、言葉や名を必要としない。人間たちは互いに記号として言葉や名を用い、思考されたものの似姿や影像を見ているだけで、事柄そのものを知っているわけではないが、前述のように何か固有の神的な輝きが備わっている者たちだけは、それを直接知るのである。もっとも、音声に関して生じる事象もまた、信じない者たちを納得させうるものである。というのも、空気は分節された音によって形づくられ、全体としてロゴスかつ音声となって聞き手の魂へとその思念を伝えるからである。それゆえ、空気の側がその感応しやすさゆえに、より優れた存在によって思念された事柄に応じて変容し、神的で傑出した人々に対して思念した者のロゴスを刻み記すとしても、驚くには当たらない。あたかも坑道を掘る者たちの打撃音が、地下深くから立ち上って打ち当たるとき、青銅の盾によってその反響のゆえに感知され、他のものを知られることなく通り抜けて見過ごされるように、ダイモンたちのロゴスも万物を通じて伝わりながらも、騒擾なき性情と凪いだ魂を持つ者たちにのみ響き渡るのであり、そうした人々を我々はまさに聖なる人々、神的な人々と呼ぶのである。だが世の多くの人々は、ダイモンは眠っている人々に神託を授けると考え、目覚めていて正気を保っている人々を同じように動かすとなれば、不思議で信じ難いことだと見なす。それはあたかも、弦を緩めた竪琴を演奏していた音楽家が、竪琴の弦が引き締められ調律された時には、それに触れようとも用いようともしないと考えるようなものである。彼らにはその原因が見えていない。すなわち、彼ら自身の内にある不調和と混乱が見えていないのである。我らの友ソクラテスは、そうした不調和から免れていた。彼がまだ少年であった頃にその父に与えられた神託が予言した通りである。その神託は、少年の心に浮かぶことは何であれ成すままにさせ、力づくで抑えつけたり脇へ逸らしたりせず、少年の衝動を赴くままにさせ、彼のためにアゴラのゼウスとムーサたちに祈るべきであり、ソクラテスについてはその他のことであれこれ詮索してはならない、というのも彼には生涯の導き手として、数万の教師や養育係に勝る優れた導き手がその内に宿っているからだ、と命じたのであった。
- 20ἅμα τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ βαλέσθαι τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν
ἅμα τῷ に不定詞 βαλέσθαι および κινῆσαι が導かれ、対格の τὴν ψυχὴν がその意味上の主語となっている。「魂が何かに意を留め(求愛・志向の対象とし)、それに向けて衝動を動かすや否や」の意。主節の主語 ὁ ἐκ τούτων ὄγκος に対する時間的従属節を形成している。
- 589bοὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι
主文は οὐκ ἂν ... ἔχοιμεν で可能の希求法を形成し、不定詞 ἄγεσθαι を補語的に伴う。二つ目の ἄν は不定詞 ἄγεσθαι にかかり、潜在のニュアンスを補強している。意味上の主語は対格 νοῦν であり、動作主は ὑπὸ νοῦ κρείσσονος で示される。
- 589cὥσπερ γὰρ αἱ πληγαὶ τῶν οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται
写本伝承の τῶν οντων は一般に τῶν ὀρυττόντων(地下坑道を掘る攻城兵など)の誤写と校訂される。地下の掘削作業による打撃音が青銅の盾の共鳴によって探知されるという古典期の攻防戦の軍事技術を比喩として引いており、与格 ἀσπίσι χαλκαῖς は手段・器具を表す。
