← プルタルコス

ソクラテスのダイモニオンについて

§18-19

吉兆の解釈と使者クリドンの出発失敗

テオクリトスは不吉とされた夢を吉兆と解釈する。そこへ使者として送られたはずのクリドンが現れ、馬具が見つからず夫婦喧嘩となって出発できなかったと告げ、一同は事態の急展開に直面してそれぞれの持ち場へと急ぐ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν, ἀλλʼ ἔμοιγʼ εἶπεν ἀπʼ οὐδενὸς οὕτως οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης·1 εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον, οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι2 κρεῖττον· ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει.3 δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν. ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν Ἱπποσθενείδαν τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα καὶ Ἱπποσθενείδας οὐκ οἶδʼ εἶπεν ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ ἄνθρωπός ἐστι, τῶν Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπʼ ἀρχῆς συνειδώς. κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρʼ οὐ Χλίδωνα λέγεις εἶπον ὦ Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα πέρυσιν; ἐκεῖνον μὲν οὖν αὐτόν· ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν; ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας. οἶδʼ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ οἶκον εὑρὼν μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἥκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον· αἰτοῦντι δὲ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον· ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.

するとテオクリトスが口を挟み、ヒッポステネイダスに何か言い返そうとしていたカロンを制して言った。 「だがヒッポステネイダスよ、私は亡命者たちのために常に良き犠牲の兆候を得ていたとはいえ、この夢の光景ほど計画に対して心強く思えたことはこれまでに一度もなかった。もしそなたの言う通り、味方の家から都市に豊かで輝かしい光が昇り、敵の住処は、涙と混乱より良いものは決して何ももたらさない煙に巻き込まれて黒く煤け、我々の側からは判然としない声が発せられていたのだとすれば、たとえ誰かが告発を試みようとしても、この計画は漠然とした噂と根拠のない当て推量を招くにとどまり、姿を現すや否や勝利を収めるだろう。また、犠牲を捧げる際に不吉な兆候が出るのも当然だ。なぜなら、その権力も犠牲獣も公のものではなく、支配者たちのものであるからだ」テオクリトスがまだ話している間に、私はヒッポステネイダスに向かって言った。 「彼らのもとへ誰を遣わしたのか。もしあまり先に出ていないなら、追いかけよう」するとヒッポステネイダスは言った。 「カフィシアスよ、諸君には真実を語らねばならぬが、あの男に追いつけるかどうかは私には分からぬ。テーバイで一番の駿馬を使っているのだからな。諸君もその男を知っているはずだ。メロンの御者たちの頭であり、メロンを通じて当初から計画を知っている者だ」そこで私はその男を目にして言った。 「ヒッポステネイダスよ、まさかそなたの言っているのは、去年のヘーラー祭の早馬競争で勝ったクリドンのことではないか」「その者自身だ」と彼は言った。 「では」と私は言った。「表の門のところにずっと立ち止まって、我々を見つめているあの男は何者なのだ」ヒッポステネイダスは振り向いて言った。 「ヘーラクレースにかけて、クリドンだ。ああ、何かさらに困ったことでも起きたのか」クリドンは我々が自分に注目しているのを見ると、門のところから静かに歩み寄ってきた。ヒッポステネイダスが彼に目配せし、全員の前で話すよう命じると、彼は言った。 「ヒッポステネイダスよ、私はこの方々をよく存じております。お宅にも広場にもあなたがおられないので、こちらの方々のもとに来られたのだろうと推し量り、何が起きたかを知らないままでおられないよう、直ちに急いでやって来ました。というのも、あなたが全速力で山へ向かい、あの方々に出会うようお命じになったので、私は馬を取ろうと家に帰りました。ところが私が轡を求めると、妻は差し出すことができず、長い間食糧部屋の中でぐずぐずしておりました。奥の方を探したり整頓したりするふりをして、十分に私をからかった末に、とうとう昨日の夕方、隣家の妻に頼まれて轡を隣人に貸してしまったと白状したのです。私が腹を立てて罵ると、妻は忌まわしい不吉な悪態をつき始め、災いに満ちた道中と災いに満ちた帰途となるよう呪いをかけてきたのです。ゼウスにかけて、神々がその呪いのすべてをあの女自身に向けられますように。しまいには怒りのあまり殴り合いにまで発展し、隣人たちや女たちの群れが駆け寄ってくる中で、私は散々な恥をかき、また恥をかかされた末に、なんとか皆様のもとへ辿り着いた次第です。どうか別の方をあの方々のもとへ派遣してください。

§19

ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας4 ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.

現在のところ私はすっかり動転し、ひどい状態にあるからです」我々には奇妙な感情の変化が生じた。少し前までは計画が妨害されたことに憤慨していたのに、今度は時機の切迫と迅速さの必要から、もはや猶予がないことを悟り、不安と恐怖へと引きずり込まれたのである。それでも私はヒッポステネイダスに声をかけ、右手を差し出して握手し、神々もまたこの計画へと招き寄せておられるのだと言って励ました。こののちフィリダスはもてなしの準備をし、アルキアスを直ちに酒宴へと引きずり込むために立ち去り、カロンは自宅の準備をしに立ち去った。私とテオクリトスは好機を捉えてエパメイノンダスに会えるよう、再びシンミアスのもとへ戻った。

構文注4 件
  1. 18ἀλλʼ ἔμοιγʼ... οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη... ὡς ἀπὸ τῆς ὄψεως ταύτης

    非人称動詞 παρέστη に与格 ἔμοιγε と不定詞 θαρρῆσαι が後続し、「私にとって〜という確信・勇気が生じた」という意味をなす。これに οὐδέποτε ... οὕτως ... ὡς ἀπὸ ...(〜ほど決してこれほど…ない)が組み合わさり、「この夢の光景ほど計画に対して心強く思えたことはこれまでに一度もなかった」という強い肯定・確信を表す構文を形成している。

  2. 587cφέροντι

    与格分詞 φέροντι は直前の名詞 καπνῷ(煙)に一致しており、「涙と混乱より良いものは決して何ももたらさない(煙)」と解釈される。文脈上、煙がもたらす悲惨な結果を修飾している。

  3. 587cὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει

    結果の ὥστε 節の中に、潜在・仮想を表す κἂν εἰ(=καὶ ἂν εἰ)+希求法 ἐπιχειροίη が挿入されている。主節の主語は ἡ πρᾶξις、動詞は ἅμα καὶ φανήσεται καὶ κρατήσει(姿を現すと同時に勝利するであろう)であり、分詞 λαβοῦσα は仮定節に対する結果・随伴状況を表す。

  4. 588bΧάρων δὲ τῆς οἰκίας

    先行する節 Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος から述語動詞の骨格(ᾤχετο ... ἐπιμελησόμενος または ἐπεμελεῖτο)が省略されている。属格 τῆς οἰκίας は動詞 ἐπιμελέομαι が支配する目的格的属格であり、「カロンは自分の家のことを差配しに向かった」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:18-19