- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:19-20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、悪人の子孫を罰する神を滑稽とするビオンの比喩に反論し、遺伝的な病を未然に防ぐ養生法と同様に、神は魂に潜む先天的な悪徳を察知して早期に懲罰という治療を施すのだと論じる。
ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δʼ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους διʼ ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν·1 ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλʼ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας; πάνυ μὲν οὖν ἔφασαν. οὐ τοίνυν ἄτοπον εἶπον ἀλλʼ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλʼ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλʼ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. ἆρʼ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἂν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται "κακόφρονά τʼ ἀμφάνῃ πραπίδων καρπόν" ὥς φησι Πίνδαρος;
というのも、ビオンは悪人の子供を罰する神を、祖父や父の病気のために子孫や子供に投薬する医者よりも滑稽であると述べているからだ。しかし事態はある点では似ておらず、ある点では似通っており同一である。病気については、ある人が治療を受けても他の人の病気が治るわけではなく、眼病を患う者や発熱した者が、他の人が軟膏を塗られたり湿布を貼られたりするのを見て快方に向かうことはない。これに対し悪人への懲罰が万人に示されるのは、理に適って執行される正義の働きとは、ある者たちが罰せられることを通じて他の者たちを制止することにあるからである。しかし、ビオンによって引き合いに出された比喩が探求されている主題と似通っている点については、彼自身気づかなかったのだ。というのも現に、ある男が治らないわけではないが悪質な病に陥り、次いで自制心の欠如と軟弱さからその病苦に肉体を委ねて身を滅ぼしたとき、まだ発病しているようには見えず、ただ同じ病にかかりやすい素因を持つにすぎない息子を、医者や親族や鍛錬師や親切な主人が見抜き、厳格な養生法を課して贅沢な料理や菓子や酒や情欲を断たせ、絶えざる薬剤投与を用い、運動によって肉体を鍛え上げることで、大きな病苦の小さな種を増大させずに散らし追い払った例があるからだ。実にわれわれもそのように勧告し、病弱な父母から生まれた者たちに対し、自らに注意を払い、警戒し、怠ることなく、むしろ体内に混じり合っている素因が動きやすく不安定であるうちに先手を打って直ちに排斥するように求めているではないか。 「まったくその通りです」と彼らは言った。 「したがって」と私は言った。「われわれは奇異なことではなく必要なことを、滑稽なことではなく有益なことを行っているのだ。てんかんや憂鬱症や痛風を患う者の子供たちに対して、現に病んでいるからではなく、病気にならないために、運動や養生法や薬を適用するときに。なぜなら、病んだ肉体から生まれる肉体は、いかなる懲罰にも値しないが、治療と予防には値するからだ。もし誰かが、それが快楽を奪い刺痛と苦痛をもたらすからといって、臆病と軟弱さゆえにそれを懲罰と呼ぶなら、放っておくがよい。それでは、劣悪な肉体から生まれた肉体は治療し予防するに値するが、若き気質の中に芽生え生い茂りつつある悪徳の血統的類似は放置し、待ち構えて猶予し、それが情念へとあふれ出て明白となり、ピンダロスが言うように『心の悪意ある果実を顕わにする』まで放っておくべきだろうか。
ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος "μηδʼ ἀπὸ δυστήνοιο τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός," ὡς οὐ κακίαν μόνον οὐδʼ ἀρετὴν ἀλλὰ καὶ λύπην καὶ χαρὰν καὶ πάνθʼ ὅσʼ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δʼ οὐκ ἔστι καθʼ Ἡσίοδον οὐδʼ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον· ἡ δʼ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστʼ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς2 τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δʼ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτʼ ἀδικοῦσιν, ἀκολάστους ὅθʼ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλʼ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλʼ ὁ θεὸς οὔτʼ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτʼ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδʼ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλʼ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν.
それとも、この点に関して神はヘシオドスよりも少しも賢明ではないとでもいうのか。ヘシオドスは『不吉な葬礼から戻って子種を宿らせるな、むしろ不死なる神々の饗宴から戻ってそうせよ』と命じ忠告している。これは誕生が悪徳や美徳のみならず、悲しみや喜びなどすべてを受け継ぐものとして、朗らかで心地よく寛いだ状態で生殖に臨むようにということなのだ。しかし、情念によって大いなる不正に陥り明白となる前に、類似した性質や相違を見分け感知することは、ヘシオドスの力でも人間の知恵の業でもなく、神の業である。なぜなら、熊の幼獣や狼や猿の子らは、何ものにも覆い隠されず粉飾されることもなく、直ちに生まれつきの気質を顕わにするが、人間の本性は習慣や教理や法律の中に身を投じることで、しばしば悪を隠し善を装い、その結果、生まれ持った悪徳の汚れを完全に消し去って免れるか、あるいは悪知恵という覆いを自らにまとって長い間正体を隠しおおせるからだ。そして、打撃や刺傷のように個々の不正行為を被って初めてかろうじて悪徳に気づき、むしろ不正を働くときに初めて不正な者となり、乱暴を働くときに初めて放埓な者となり、逃亡するときに初めて臆病者となると一般に思い込んでいるわれわれの目を欺くのだ。それはあたかも、サソリが刺すときに初めて針が生え、クサリヘビが噛むときに初めて毒が生じると考えるようなものであり、愚かな思い込みである。悪人の一人ひとりは、悪人になることとそれが露見することが同時なのではなく、最初から悪徳を宿しており、機会と力を捉えたときに、盗人は盗むことで、僭主的な者は無法を働くことでそれを行使するからだ。しかし神は、肉体よりもむしろ魂を感知する本性を備えているがゆえに、各人の性向や本性を決して知らぬはずはなく、暴力が手に現れ、鉄面皮が声に現れ、放埓が生殖器に現れてから罰しようと待つこともない。神は害を被ったからといって不正を働いた者に報復するのでも、暴力を振るわれたからといって強奪した者に怒るのでも、侮辱されたからといって姦通者を憎むのでもなく、治療のために、姦通的な者、貪欲な者、不正を働きがちな者をしばしば罰し、悪徳という病が人間を圧倒する前に、てんかんを未然に防ぐかのようにして取り除くのである」
- 561dδὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν
伝本・校訂本により文頭に関係副詞 ᾗ または接続詞が補われることがあるが、いずれにしても構文の骨格は「ビオンによって引き合いに出された比喩(τὸ παραβαλλόμενον)が探求対象(τῷ ζητουμένῳ)と似通っている点(ᾗ προσέοικε)が彼自身に見落とされていた(ἔλαθεν αὐτόν)」という間接疑問・関係節を主語とする構造である。
- 562cδιαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς
不定詞 διαλαθεῖν の反復(照応)による構文。最初の διαλαθεῖν は主語(ἡ φύσις)が「正体を隠しおおせる」という絶対的用法であり、反復された διαλαθεῖν δʼ ἡμᾶς は対格 ἡμᾶς(われわれを欺く)を目的語として取り、後続する分詞 αἰσθανομένους および νομίζοντας の先行詞となっている。
- 19ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε
長大なハイパーバトンと分詞の連続。前置きの属格独立構文(ἀνδρὸς ... ἐμπεσόντος ... καὶ διαφθαρέντος)ののち、主語である名詞並列(ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης ... ἢ δεσπότης χρηστός)とその修飾分詞(καταμαθών, ἐμβαλών, ἀφελών, χρησάμενος, διαπονήσας)が挟み込まれ、主動詞 ἐσκέδασε καὶ ἀπέπεμψε に至る。直接目的語は文頭近くの対格 υἱὸν ... ἐπιτηδείως ἔχοντα ではなく、後続する「病気の種(σπέρμα)」もしくは文脈上の病苦そのものであり、υἱὸν は意味上 καταμαθών の目的語として機能している。
本文中の位置は未特定
