- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg104.humanitext-grc2:1-2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
プルタルコスは、過度な羞恥心(気おくれ)が良い素質から生じるものでありながらも害をなす情念であると定義し、適切な理性を適用して慎み深さを残しつつそれを治療する必要性を説く。
ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν1 ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δʼ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος· οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ παρασχεῖν ἐργάσιμον2 ἑαυτὴν ἐπιεικῶς δυναμένης. ἐν τούτοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν. τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφʼ οἷς διαμαρτάνουσι τούτοις πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι. ἀναλγὴς μὲν γὰρ ὁ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινόμενον αἰσχρὸν ὁ εὐδυσώπητος. ὑπερβολὴ γὰρ τοῦ αἰσχύνεσθαι τὸ δυσωπεῖσθαι. διὸ καὶ οὕτω κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξατονοῦντος. ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδʼ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμασαν. ὅθεν ὁ μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ πόρνας· ὁ δʼ εὐδυσώπητος αὖ πάλιν ἄγαν τὸ θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν3 αἰσχύνην ὑποκοριζόμενος. ὁ μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας ἢ τοὺς ὠχριῶντας, ὀρθῶς ἐθίζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον ἢ τὸν ἔλεγχον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον ἢ τὸν κίνδυνον. οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς4 τὸ ἄγαν ἀφαιρετέον, ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς ἢ παθεῖν δείσαντες ἀπεδειλίασαν, καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον.
大地から生え出る植物の中には、それ自体は自然の性質として野生で、実を結ばず、栽培された種や植物の成長にとって有害なものもあるが、耕作する者たちは、それらを、痩せた土地ではなく肥沃で優れた土地の印とする。そのように、魂の情念の中にも、それ自体は良くないが、優れた素質、すなわち理性に対して自らをおとなしく耕作されうるものとして提供することが十分にできるような素質から生じる、いわば吹き出物のようなものがある。これらの中に、私は、いわゆる気おくれを位置づける。それは、悪い素質の印ではないが、害悪の原因となるものである。というのも、恥を知る者たちは、恥知らずな者たちと同じ過ちをしばしば犯すが、ただ、彼らが喜ぶのとは異なり、こちらには、自らが犯した過ちに対して苦しみ、痛むことが伴っている、という点を除けばである。実際、恥知らずな者は醜い行為に対して無感覚であるが、気おくれしやすい者は、醜いと見えるだけのことに対しても敏感である。というのも、気おくれすることは、恥じることの行き過ぎだからである。だからこそ、そのように名付けられている。ある意味で、魂とともに顔がうつむき、同時に力を失うからである。人々が「憂鬱」を「下を向かせる悲しみ」と定義するように、頼み事をする人々の顔をまともに見ることすらできずに屈してしまうほどの過度な羞恥心を「気おくれ」と名付けたのである。それゆえ、ある弁論家は、恥知らずな者について、目に乙女を持っているのではなく遊女を持っているのだと言ったが、これに対して気おくれしやすい者は、魂の過度に女性的で傷つきやすい部分をその視線を通じて示しており、恥知らずな者たちに顔を合わせることを、恥と呼び繕っているのである。さて、カトは、若者たちのうち、青ざめる者よりも赤面する者を好むと言っていたが、それは非難を糾弾よりも恐れ、不信を危険よりも恐れるよう、正しく習慣づけ、教えていたのである。しかしながら、非難を過度に気にし、非難に怯えることの過剰さは取り除かれねばならない。なぜなら、一部の人々は、悪評を耳にすることを、実際に害を被ることと同じくらい、いやそれ以上に恐れて腰を抜かし、不名誉を耐え忍ぶことができずに、美徳を投げ捨ててしまうことがしばしばあるからである。
οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτʼ αὖ πάλιν ἐκείνην ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν, "ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι φαίνετʼ Ἀναξάρχου κύνεον μένος·" ἀλλʼ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δʼ ἐπιεικοῦς σφόδρα τὴν ἀσθένειαν ἀφαιροῦσαν. ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις· ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ· οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἄωρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν. ὅθεν οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρίβοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλʼ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα5 τῆς αἰδοῦς καὶ τῆς ἐπιεικείας; καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ προσπλέκεται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάνθρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδʼ αὐθέκαστον. ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν. ἀλλʼ ἡμῖν χρῆσθαι τοῖς ὀνόμασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δʼ Ὁμηρικῶς· καὶ γὰρ ἐκεῖνος εἶπεν "αἰδώς, ἣτʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι·" καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς πρότερον εἶπε. γίγνεται γὰρ ὠφέλιμος ὑπὸ λόγου τὸ πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος.
したがって、このように弱々しい状態にある人々を放置すべきでもなければ、他方、あのびくともせず頑なな心のあり方を称賛すべきでもない。すなわち、「そこに不敵で狂暴な、いかなる突撃であれ、現れるは、アナクサルコスの犬のような狂気」というような状態をである。むしろ、両者の調和の取れた混和を工夫せねばならず、頑なすぎる方からは恥知らずさを、穏健すぎる方からは弱さを取り除くようにせねばならない。その点で、治療は困難であり、このような過剰な性質を削ぎ落とすことは危険を伴う。というのも、農夫は、野生で卑しい芽を切り倒す際には、最初から容赦なく鍬を入れて根を覆し、あるいは火を近づけて焼き払うが、剪定が必要なブドウの木に近づき、あるいはリンゴやオリーブの木を手入れする際には、健康な部分を損なってしまわないかと恐れつつ、慎重に手を下すからである。同様に、哲学者は、若者の魂から、卑しく手なずけがたい芽である嫉妬を取り除き、あるいは時ならぬ貪欲さや、放縦な快楽への愛を切り詰める際には、血を流させ、圧迫し、切り込みを入れて、深い傷跡を残す。しかし、魂の傷つきやすく柔らかな部分を削ぎ落とそうと言論を適用する際には(そのようなものこそ、気おくれし、うつむきやすい性質なのだが)、気づかぬうちに、それらとともに恥を知る心を切り落としてしまわないかと用心する。実際、乳母たちも、赤ん坊の汚れをこすり落とそうとして、しばしば皮膚を傷つけ、苦痛を与えることがある。それゆえ、若者たちの気おくれを根こそぎこすり落とすことで、彼らを他人を侮る者、あまりにもびくともしない者にしてはならない。むしろ、神殿に隣接する家々を取り壊す者たちが、接している近い部分を残し、支柱で支えるように、気おくれを揺り動かす際にも、恥や穏健や温和に隣接する部分を一緒に引きずり出してしまうことを恐れねばならない。というのも、気おくれは、それらの下に潜り込み、絡み合い、気おくれしやすい者を、人間味があり、社会的で、協調精神にあふれ、頑固でも妥協しない者でもないとして、美化しているからである。それゆえ、すぐにストア派の哲学者たちは、言葉の上でも、恥じることや気おくれすることを、慎み深くあることから区別した。それは、名前の混同が、その情念が害をなす口実を残さないようにするためである。だが、私たちは、言葉を難癖をつけずに使うことを、むしろホメロスのやり方に従って使うことを彼らに許してもらおう。というのも、彼(ホメロス)はこう言ったからである。「恥は、人々を大いに害し、また益する。」そして、その害になる側面を先に言ったのは悪くない。というのも、理性が過剰な部分を取り除き、適度な部分を残すことによって、それは有益なものとなるからである。
- 528cαὐτὰ μέν
対比される σημεῖα δʼ αὐτὰ と連動し、野生の植物が「それ自体は」有害であるが、耕作者にとっては良い土地の「印」となることを示す。
- 528dλόγῳ παρασχεῖν ἐργάσιμον
ἑαυτήν(自己)を λόγῳ(理性・言論に、与格)に対して ἐργάσιμον(耕作可能・従順なもの、叙述形容詞)として παρασχεῖν(提供すること)を意味する。
- 528eτὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν
「恥知らずな者たちに顔を見せること」あるいは「彼らから向けられる視線」を目的語とし、それを αἰσχύνην(羞恥)と言い繕っている(ὑποκοριζόμενος)という構造。
- 529aψοφοδεοῦς
本来は「物音を恐れる」の意味であるが、直前の「非難」との言葉遊び(響きの類似)を意図しており、「非難を極度に恐れる」という意味を兼ねている。
- 529cτὰ ὁμοροῦντα
「〜に隣接するもの」を意味し、支配する名詞(αἰδοῦς 等)は属格となる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 原文 2 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
