← プルタルコス

心の平静について

§1-2

パッキオスへの献呈と無為の平穏観への批判

プルタルコスは、パッキオスへの手紙への返信として、魂の平穏に関する覚え書きを整理してエロスに託す。彼は、何もしないことで平穏が得られるとする立場を批判し、魂の平穏は行動の多寡ではなく、行動の高貴さと理性による訓練によって定義されるべきだと主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Πλούταρχος Πακκίῳ εὖ πράττειν. ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν ᾗ παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν1 εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας,2 οὐδʼ ὡς ἐκεῖνον "εὐδαιμονίζων ὄχλος ἐξέπληξε σε "τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι3 καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ὑπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων.

プルタルコスからパッキオスへ、つつがなくあらんことを。 私はあなたからの手紙を遅まきながら受け取りました。その中であなたは、心の平穏について、また『ティマイオス』の中でより入念な釈明を必要とする箇所について、何か書き送ってくれるよう求めておられました。そして同時にどういうわけか、私たちの友人であるエロスが、この上なく優れたフンダヌスから――彼らしいことですが――急ぎ来いと促す手紙を受け取ったため、ただちにローマへ航海せねばならぬ事情が生じました。私は、ご希望の件について望み通りに取り組む時間が取れず、さりとてこの男が私たちのもとから全くの空手であなたの前に現れるのを見過ごす気にもなれなかったため、たまたま自分のために作成しておいた覚え書きの中から、心の平穏に関する記述を拾い集めました。あなたもまた、美文を追い求める朗読を楽しむためではなく、生きていく上での実用的な有益さを求めてこの議論を求めているのだと考えたからです。また、支配階級との交友があり、広場で弁じる者たちの誰にも劣らぬ名声を得ていながら、悲劇のメロプスのような目に遭わずに済んでいること、すなわち彼のように「幸福を祝う群衆が、おまえを打ちのめして遠ざけさせた」自然な感情から、という事態に陥らずにおり、むしろ「貴族の靴も痛風を治しはせず、高価な指輪もささくれを治さず、王冠も頭痛を治しはしない」ということを、しばしば耳にして記憶にとどめているのですから。実際、魂の苦痛のなさ(無憂)や波風の立たない生に対して、富や名声や宮廷における権力がいったい何の役に立つというのでしょう。もし、それらを持つ者たちにおいて、与えられたものを喜んで用いる態度と持たないものを決して求めない心が常に伴っていないならば。そして、これ(そうした態度)は、魂の情念的で理性のない部分がしばしば制御を失って逸脱するときに、素早くそれを引き止め、目前の出来事によって流され押し流されていくのを放置しないように慣らされ、訓練された理性以外の何でしょうか。それゆえ、クセノポンが「私たちが順境にあるときこそ神々を特に記憶し、敬うべきである。そうすれば困難に陥ったとき、彼らがすでに好意的で味方であると信頼して、自信を持って祈ることができるからだ」と勧告したように、情念に対して助けとなる様々な議論についても、分別の有る者たちは情念が生じる前にあらかじめ心に留めておくべきです。そうして、ずっと前から準備ができていれば、より大きな助けとなるでしょう。なぜなら、あらゆる物音に対して吠え立てる猛犬が、聞き慣れた声によってのみ静まるように、魂の情念が狂暴化したとき、それらを容易に鎮めることはできないからです。もし、親しく聞き慣れた理の言葉がそばにあって、動揺している情念を抑え込まないならば。

§2

ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ "μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις" καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν4 τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας "διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν "ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος "γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε "παρτίθει, τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· "αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε." καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός "ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης." ὅθεν οὐδʼ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας,5 ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.

それゆえ、「心の平穏を得ようとする者は、私生活においても公生活においても、多くの事柄に手を出すべきではない」と述べた人は、第一に、私たちにとって心の平穏を、何もしないこと(不活動)を代償に買い求められる極めて高価なものにしてしまっています。まるで病人の一人一人に、「哀れな者よ、じっと寝床にとどまっていよ」と勧告するかのようです。確かに、無感覚という、苦痛をなくす薬は、身体にとって悪いものです。そして、怠惰、軟弱、また友人や親族、祖国の見捨て(裏切り)によって、魂の動揺や苦痛を取り除こうとする魂の医者も、これ(身体の悪い治療法)と変わるところがありません。第二に、多くの活動を行わない者が心の平穏を得るというのも嘘です。もしそうなら、大抵は家の中に留まっている女性たちが、男性たちよりも穏やかな心を持っているはずだからです。しかし実際には、ヘシオドスが言うように、北風は「きめ細かな肌の乙女の体を吹き抜けはしない」としても、嫉妬や迷信、虚栄心や、語り尽くせぬほどの様々な虚しい妄執による苦悩、動揺、不機嫌(悪意)が、女性の部屋(婦人部屋)へと流れ込んでいます。またラエルテスは、二十年もの間、田舎でたった一人、「老いたる女召使とともに暮らし、彼女が彼に食べ物と飲み物を」差し出してくれたものの、祖国と我が家と王位からは逃れたものの、活動しないことと消沈とともに、悲痛を常に同居人として抱えていました。それどころか、一部の人々にとっては、何もしないこと自体がしばしば彼らを意気消沈へと追い込みます。例えばこの人のように。 「しかし彼は、足早き船の傍らに座して怒りを募らせていた、 ゼウスに育まれしペレウスの子、足早きアキレウス。 男たちが栄誉を得る広場へ行くことも決してなく、 戦いへ行くことも決してなく、ただその場に留まって、 戦いの叫びと戦争を渇望しつつ、愛する心を衰えさせていた。」 そして彼自身、このことに深く苦しみ、苛立ちつつこう述べています。 「されど私は船の傍らに、大地の無駄な荷物として座している。」 だからこそ、エピクロスでさえ、名誉を重んじ名声を好む者たちは静かにしているべきではなく、国政に関与し公共の活動を行うことでその天性に従うべきだと考えているのです。なぜなら、彼らはもし望むものを得られないとすれば、何もしないことによってより動揺し傷つきやすい性質を持っているからです。しかし、彼(エピクロス)の考えがおかしいのは、公共の仕事をこなす能力のある人々を促すのではなく、静寂を保つことのできない人々を促している点です。本来は、活動の多さや少なさによってではなく、美しさと醜さ(高貴さと卑しさ)によって、心の平穏と不平穏を定義せねばなりません。なぜなら、美しく高貴な行いを怠ることは、くだらない(邪悪な)行いをすることに劣らず、苦痛であり動揺をもたらすものだからです、これまで言われてきたように。

構文注5 件
  1. 464eκατελάμβανεν αἰτία τοῦ πλεῖν

    動詞 κατελάμβανεν(襲った、生じた)の主語は αἰτία(事情、必要)であり、これに同格または目的の属格不定詞 τοῦ πλεῖν(航海すること)が係っている。全体として「〜という事情が(エロスに)生じた」という意味になる。

  2. 465aτὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας

    中性単数冠詞 τὸ は、後ろの属格句 τοῦ τραγικοῦ Μέροπος(悲劇のメロプスの)を名詞化して「悲劇のメロプス(の身に起きたこと)」という意味の対格名詞句を形成し、動詞 πέπονθας(経験した、被った)の直接目的語となっている。

  3. 465bἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι

    接続詞 ἂν μὴ(〜でないならば)に導かれる条件節。現在分詞中性形 τὸ χρώμενον(用いる主体、すなわち心のあり方)が主語であり、形容詞 εὐχάριστον が補語。与格 τοῖς ἔχουσι(持っている者たちにとって)は基準または利害関係を示す。

  4. 465dοὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ... ἐξαιρῶν

    文の主語は定冠詞付き分詞句である ὁ ... ἐξαιρῶν(取り除く者)であり、οὐδὲν βελτίων ἰατρὸς(何ら優れた医者ではない)が述語。οὐδὲν は副詞的に「少しも〜ない」と否定を強める。比較級 βελτίων は、文脈上、身体の治療をする医師(前述の σώματι φάρμακον)と比較されている。

  5. 465eὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας

    接頭語的接続詞 ὡς は、対格分詞 πεφυκότας(本性を持っている)を導き、主観的な理由(エピクロスの主張としての理由)を示す。πεφυκότας は、直前の τοὺς φιλοτίμους καὶ φιλοδόξους(名誉を重んじる者たち)にかかり、不定詞 ταράττεσθαι(動揺させられる)および κακοῦσθαι(害される)を従えている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:1-2