← プルタルコス

神託の衰微について

§8-9

神の配慮と質料的制約による神託の衰微

アンモニオスは人口減少を背景に神託の縮小が神の節度に適った配慮であると論じ、続いてランプリアスは神託の消長が質料や自然の制約に起因するものであり、神自身が予言者の肉体を道具として語るわけではないと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

ἡσυχίας δὲ γενομένης ἐπʼ ὀλίγον, ὁ Ἀμμώνιος ἐμὲ προσαγορεύσας ὅρα τί ποιοῦμεν εἶπεν ὦ Λαμπρία, καὶ πρόσεχε τῷ λόγῳ τὴν διάνοιαν, ὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν.1 ὁ γὰρ ἄλλῳ τινὶ καὶ μὴ θεοῦ γνώμῃ τὰ παυσάμενα τῶν χρηστηρίων ἐκλιπεῖν ἡγούμενος, ὑπόνοιαν δίδωσι τοῦ μὴ γίνεσθαι μηδʼ εἶναι διὰ τὸν θεὸν ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ νομίζειν. οὐ γὰρ ἄλλη γέ τις ἔστι μείζων οὐδὲ κρείττων δύναμις, ὥστʼ ἀναιρεῖν καὶ ἀφανίζειν ἔργον θεοῦ τὴν μαντικὴν οὖσαν. ὁ μὲν οὖν Πλανητιάδου λόγος οὐκ ἀρεστὸς ἐμοὶ διά τε τἄλλα καὶ τὴν ἀνωμαλίαν, ἣν περὶ τὸν θεὸν ποιεῖ, πῆ μὲν ἀποστρεφόμενον καὶ ἀπαξιοῦντα τὴν κακίαν πῆ δὲ πάλιν αὖ προσιέμενον ὥσπερ βασιλεύς τις ἢ τύραννος ἑτέραις ἀποκλείων θύραις τοὺς πονηροὺς καθʼ ἑτέρας εἰσδέχοιτο καὶ χρηματίζοι. τοῦ δὲ μετρίου καὶ ἱκανοῦ καὶ μηδαμῆ περιττοῦ πανταχῆ δʼ αὐτάρκους, μάλιστα τοῖς θεοῖς πρέποντος ἔργου, εἰ ταύτην ἀρχὴν λαβὼν φαίη τις, ὅτι τῆς κοινῆς ὀλιγανδρίας, ἣν αἱ πρότεραι στάσεις καὶ οἱ πόλεμοι περὶ πᾶσαν ὁμοῦ τι τὴν οἰκουμένην ἀπειργάσαντο, πλεῖστον μέρος ἡ Ἑλλὰς μετέσχηκε, καὶ μόλις ἂν νῦν ὅλη παράσχοι τρισχιλίους ὁπλίτας, ὅσους ἡ Μεγαρέων μία πόλις ἐξέπεμψεν εἰς Πλαταιέας ʽ οὐδὲν οὖν ἕτερον ἦν τὸ πολλὰ καταλιπεῖν χρηστήρια τὸν θεὸν ἢ τῆς Ἑλλάδος ἐλέγχειν τὴν ἐρημίαν̓, ἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας.2 τίνος γὰρ ἦν ἀγαθόν, εἰ ἐν Τεγύραις ὡς πρότερον ἦν μαντεῖον, ἢ περὶ τὸ Πτῷον ὅπου μεθʼ ἡμέρας ἐντυχεῖν ἔστιν ἀνθρώπῳ νέμοντι; καὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα πρεσβύτατον ὂν χρόνῳ τε δόξῃ τε κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν ἀργίαν ἀλλʼ ἀνάπαλιν λαμβάνοντες· ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν. ἐπεὶ δὲ τῷ θεῷ δόξαν οὕτως ἥ θʼ Ἑλλὰς ἐρρώσθη πόλεσι καὶ τὸ χωρίον ἀνθρώποις ἐπλήθυνε, δυσὶν ἐχρῶντο προφήτισιν ἐν μέρει καθιεμέναις, καὶ τρίτη δʼ ἔφεδρος ἦν ἀποδεδειγμένη. νῦν δʼ ἔστι μία προφῆτις, καὶ οὐκ ἐγκαλοῦμεν ἐξαρκεῖ γὰρ αὕτη τοῖς δεομένοις. οὐ τοίνυν αἰτιατέον οὐδὲ τὸν θεόν· ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ πάντας ἀποπέμπει τυγχάνοντας ὧν χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δʼ ὄψεσθε μεθʼ ἡμέρας ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας· οὕτω τότε πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ μαντικὴ, νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.

しばらくの静寂の後、アンモニオスが私に呼びかけて言った。 「見よ、我々が何をしているかを、ランプリアスよ。そして議論に思慮を向けよ、神を原因なき者にしてしまわぬように。というのも、神託所の中断したものが神の意志によらず他の何らかのものによって途絶えたと考える者は、それらが神によって生じることも存在することもなく、別の何らかの仕方によると考える疑いを生じさせるからだ。神の業である神託を廃絶し消滅させるほどの、他のいかなるより大きく優れた力もないのだから。プラネティアデスの議論は、他の点でも、また彼が神に関してもたらす不整合ゆえにも、私には好ましくない。一方では悪徳を忌み嫌い不適当としつつ、他方では再び受け入れるという不整合だ。あたかも王か僭主が、一方の扉からは悪人たちを締め出しながら、もう一方の扉からは受け入れて応対するかのように。しかし、節度と十分さと、決して過剰でなくあらゆる点で自足した、神々に最もふさわしい働きを出発点として、かつての内乱と戦争が居住地のほぼ全域にもたらした共通の人口減少の最大の分け前をギリシアが受け取り、今や全ギリシアでも辛うじて三千人の重装歩兵しか提供できないほどであり――それはメガラの単一の都市がプラタイアへ送り出した数と同じなのだが――『神が多くの神託所を放棄したのは、ギリシアの荒廃を露呈させる以外の何ものでもなかった』と誰かが主張するなら、私は彼の巧みな着想に完全に同意するだろう。というのも、かつてのようにテギュライに神託所があったり、あるいは昼間に羊飼いの男に出会うことがあるようなプトーオンの周りに神託所があったとして、それが誰の益となっただろうか。事実、この当地の神託所も、 時においても名声においても 最も古く名高いものであるが、恐るべき獣である雌蛇によって長い間荒廃し近づき難いものとなったと伝えられているが、人々はその休止を正しく捉えず、逆に捉えている。なぜなら荒廃が獣を引き寄せたのであって、獣が荒廃を生み出したのではないからだ。しかし神がよしとされたとき、ギリシアは諸都市によって力づけられ、この地は人々で満ちあふれ、交代で座につく二人の予言者を人々は用い、三人目が控番として定められていた。だが今は一人の予言者しかおらず、我々は不平を言わない。この一人が必要とする者たちに十分であるからだ。したがって神をも非難すべきではない。現に存在し存続している予言の術はすべての人に十分であり、求めるものを得たすべての人を送り出しているからだ。アガメムノンが九人の伝令を用い、群衆の多さのために集会を辛うじて統御していたのに対し、ここでは数日後に劇場で一つの声が全員に届くのをあなたがたが目にするように、当時、予言の術はより多くの人々に対してより多くの声を用いていた。しかし今や、もし神が予言の術を、水のように無益に流れ去るがままにしたり、あるいは荒野の岩が羊飼いや家畜の声に反響するようにこだまさせるのを放置したとしたら、人々は逆に神を怪しむべきであったのだ。」

§9

εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ἤδη σὺ τοῦτο δέδωκας ἔφη τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;3ʼ οὐκ ἔγωγʼ εἶπον· ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις οὖσα ἀναφεύγει πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα. τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς ἐγγαστριμύθους, Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆς.

アンモニオスがこう語り、私が沈黙していると、クレオンブロトスが私に呼びかけて言った。 「君はもうこのこと、すなわち神がこれら神託所を作りもし廃絶しもするということを認めてしまったのか。」 「私はそうではない」と私は言った。 「というのも、神の原因によって廃絶される神託や神託所は一つもないと私は主張するからだ。しかし、神が我々のために他の多くのものを作り整えてくださるとしても、自然が幾つかのものに滅びと欠如をもたらし、むしろ欠如そのものである質料がしばしば逃れ去り、より優れた原因によって生じるものを解体するように、予言の力にも別の減退や廃絶があると私は考える。神は人間に多くの美しいものを与えるが、不死のものは何一つ与えないからだ。したがってソポクレスによれば『神々のものも死ぬが、神々は死なない』のである。そして神託所の本質と力は自然と質料の中において探求されねばならないと人々は言う。神に対してはその始源が、ふさわしく保持されながら。なぜなら、神ご自身が、かつてはエウリュクレスと呼ばれ、今ではピュトンと呼ばれている腹話術師たちのように、予言者たちの体の中に入り込んで低く語り、彼らの口と声を道具として用いていると考えるのは、まったく愚かで子供じみているからだ。神を人間の用度の中に混ぜ合わせる者は、神の尊厳を顧みず、その徳の威厳と偉大さを神のために守らないのである。」

構文注3 件
  1. 413eὅπως μὴ τὸν θεὸν ἀναίτιον ποιῶμεν

    形容詞 ἀναίτιος は通常「罪のない、非難すべき点のない(guiltless)」を意味するが、ここでは直後の αἰτία(原因)や διὰ τὸν θεόν(神によって)との対比から、「原因を持たない、原因・動因ではない(without cause / not the cause)」という哲学的意味で用いられている。「神を無責・無罪としないように」と取ると文脈の論理(神託が神と無関係な力で生起・消滅したとみなすことへの警戒)と齟齬をきたすため、「神を原因なき者にしてしまわぬように」と解する。

  2. 414aἀκριβῶς ἂν αὐτῷ παράσχοιμι τῆς εὑρησιλογίας

    条件文 εἰ ... φαίη τις に対する主節の帰結。動詞 παρέχω は与格(αὐτῷ)を伴って「認める、提供する」の意をなし、属格 τῆς εὑρησιλογίας は「彼の巧みな着想に関して(その価値を)認める」という部分属格あるいは賛意の対象を示す属格として機能している。全体として「彼にその巧みな論理構成の功績を完全に認めるだろう(彼の着想を全面的に支持する)」という肯定的な評価を表す構文である。

  3. 414dτὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν

    指示代名詞 τοῦτο の内容を具体的に展開する同格の冠詞付き不定詞句(articular infinitive)。対格 τὸν θεόν が不定詞 ποιεῖν と ἀναιρεῖν の意味上の主語となっており、二つの不定詞の目的語は ταυτὶ τὰ μαντεῖα である。「神がこれらの神託所を設営もし、また廃絶もするという事態」を一まとまりの命題として名詞化している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:8-9