← プルタルコス

神託の衰微について

§42-44

預言の息吹の働きと地中の力の自然な衰退

語り手は、デルポイの起源譚や視覚と光の類比を用いて預言の息吹の働きを説明し、大地自体は不変でもその蒸気や泉・鉱山等の地中の力は自然現象や天災(地震・豪雨)によって衰退・変移・消滅することを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§42

οὐ θαυμαστέον οὖν, εἰ πολλὰ τῆς γῆς ἄνω ῥεύματα μεθιείσης, ταῦτα μόνα τὰς ψυχὰς ἐνθουσιαστικῶς διατίθησι καὶ φαντασιαστικῶς τοῦ μέλλοντος. ἀμέλει δὲ καὶ τὰ τῆς φήμης συνᾴδει τῷ λόγῳ· καὶ γὰρ ἐνταῦθα τὴν περὶ τὸν τόπον δύναμιν ἐμφανῆ γενέσθαι πρῶτον ἱστοροῦσιν, νομέως τινὸς ἐμπεσόντος κατά τινα τύχην, εἶτα φωνὰς ἀναφέροντος ἐνθουσιώδεις, ὧν τὸ μὲν πρῶτον οἱ παραγενόμενοι κατεφρόνουν, ὕστερον δὲ γενομένων ὧν προεῖπεν ὁ ἄνθρωπος, ἐθαύμασαν. οἱ δὲ λογιώτατοι Δελφῶν καὶ τοὔνομα τοῦ ἀνθρώπου διαμνημονεύοντες Κορήταν λέγουσιν. ἐμοὶ δὲ δοκεῖ μάλιστα τοιαύτην πρὸς τὸ μαντικὸν πνεῦμα λαμβάνειν σύγκρασιν ψυχὴ καὶ σύμπηξιν, οἵαν πρὸς τὸ φῶς ἡ ὄψις ὁμοιοπαθὲς γιγνόμενον·1 ὀφθαλμοῦ τε γὰρ ἔχοντος τὴν ὁρατικὴν δύναμιν οὐδὲν ἄνευ φωτὸς ἔργον ἐστίν, ψυχῆς τε τὸ μαντικὸν ὥσπερ ὄμμα δεῖται τοῦ συνεξάπτοντος οἰκείου καὶ συνεπιθήγοντος. ὅθεν οἱ μὲν πολλοὶ τῶν προγενεστέρων ἕνα καὶ τὸν αὐτὸν ἡγοῦντο θεὸν Ἀπόλλωνα καὶ ἥλιον· οἱ δὲ τὴν καλὴν καὶ σοφὴν ἐπιστάμενοι καὶ τιμῶντες ἀναλογίαν, ὅπερ σῶμα πρὸς ψυχὴν ὄψις δὲ πρὸς νοῦν φῶς δὲ πρὸς ἀλήθειάν ἐστι, τοῦτο τὴν ἡλίου δύναμιν εἴκαζον εἶναι πρὸς τὴν Ἀπόλλωνος φύσιν, ἔκγονον ἐκείνου καὶ τόκον ὄντως ἀεὶ γιγνόμενον ἀεὶ τοῦτον ἀποφαίνοντες.2 ἐξάπτει γὰρ καὶ προάγεται καὶ συνεξορμᾷ τῆς αἰσθήσεως τὴν ὁρατικὴν δύναμιν οὗτος ὡς τῆς ψυχῆς τὴν μαντικὴν ἐκεῖνος.

したがって、大地が上方へ多くの流れを放出する中で、これら(預言の息吹)のみが魂を神がかりにさせ、未来を表象するように整えるとしても驚くべきことではない。現に伝承もまたこの議論と一致している。というのも、ここ(デルポイ)においてこの土地をめぐる能力が最初に明らかになったのは、一人の羊飼いが偶然そこに落ち込み、次いで神がかった叫び声を放ったことからであると語り継がれているからだ。その叫びを、居合わせた者たちは最初は軽蔑していたが、後になってその男が予告した事柄が実現したため、感嘆したのである。デルポイの人々の中で最も博識な者たちは、その男の名も記憶にとどめており、コレータスと呼んでいる。しかし私には、魂が預言の息吹に対して受け入れる調合と結合は、視覚が光に対して受け入れるそれと極めて似ているように思われる。視覚は類似の影響を受けるものとなるからである。実際、眼球が視覚能力を持っていても光がなければ何の働きもなさないのと同様に、魂の預言する部分も、あたかも眼のように、自らと同族であってともに点火しともに研ぎ澄ましてくれるものを必要とする。それゆえ、古人の多くはアポロンと太陽を同一の神とみなしていた。他方で、美しく知恵に満ちた類比をわきまえ尊ぶ人々は、魂に対する肉体、知性に対する視覚、真理に対する光の関係がそうであるのとまさに同じ関係に、太陽の力がアポロンの本性に対してあると推測し、太陽を常に生成しつつある彼の真の御子であり産物であると宣言したのである。なぜなら、この者〔太陽〕が感覚の視覚能力を燃え立たせ、引き出し、ともに駆り立てるように、かの者〔アポロン〕は魂の預言能力に対してそうするからである。

§43

οἱ μέντοι δοξάζοντες ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι, εἰκότως Ἀπόλλωνι καὶ γῇ κοινῶς ἀνέθεσαν τὸ χρηστήριον, οἰόμενοι τὴν διάθεσιν καὶ κρᾶσιν ἐμποιεῖν τῇ γῇ τὸν ἥλιον, ἀφʼ ἧς ἐκφέρεσθαι τὰς μαντικὰς ἀναθυμιάσεις. αὐτὴν μὲν οὖν τὴν γῆν ὥσπερ Ἡσίοδος ἐνίων φιλοσόφων βέλτιον διανοηθεὶς πάντων ἕδος ἀσφαλές προσεῖπεν, οὕτω καὶ ἡμεῖς καὶ ἀίδιον καὶ ἄφθαρτον νομίζομεν τῶν δὲ περὶ αὐτὴν δυνάμεων πῆ μὲν ἐκλείψεις πῆ δὲ γενέσεις ἀλλαχοῦ δὲ μεταστάσεις καὶ μεταρροίας ἀλλαχόθεν εἰκός ἐστι συμβαίνειν, καὶ κυκλεῖν ἐν αὐτῇ τὰς τοιαύτας ἐν τῷ χρόνῳ παντὶ πολλάκις περιόδους ὡς ἔστι τεκμαίρεσθαι τοῖς φαινομένοις. λιμνῶν τε γὰρ γεγόνασι καὶ ποταμῶν, ἔτι δὲ πλείονες ναμάτων θερμῶν ὅπου μὲν ἐκλείψεις καὶ φθοραὶ παντάπασιν, ὅπου δʼ οἷον ἀποδράσεις καὶ καταδύσεις· εἶτα πάλιν ἥκει διὰ χρόνων ἐπιφαινόμενα τοῖς αὐτοῖς τόποις ἢ πλησίον ὑπορρέοντα· καὶ μετάλλων ἴσμεν ἐξαμαυρώσεις γεγονέναι καινάς, ὡς τῶν περὶ τὴν Ἀττικὴν ἀργυρείων καὶ τῆς ἐν Εὐβοίᾳ χαλκίτιδος ἐξ ἧς ἐδημιουργεῖτο τὰ ψυχρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος εἴρηκε "λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος·" τῇ δʼ ἐν Καρύστῳ πέτρᾳ χρόνος οὐ πολὺς ἀφʼ οὗ πέπαυται μηρύματα λίθων μαλακὰ νηματώδη συνεκφέρουσα. καὶ γὰρ ὑμῶν ἑωρακέναι τινὰς οἴομαι χειρόμακτρα καὶ δίκτυα καὶ κεκρυφάλους ἐκεῖθεν οὔτι περικαομένους· ἀλλʼ ὅσʼ ἂν ῥυπανθῇ χρωμένων, ἐμβαλόντες εἰς φλόγα λαμπρὰ καὶ διαφανῆ κομίζονται νῦν δʼ ἠφάνισται καὶ μόλις οἷον ἶνες ἢ τρίχες ἀραιαὶ διατρέχουσιν ἐν τοῖς μετάλλοις.

もっとも、両者を同一の神であると信じる者たちも、太陽が大地に性質と調合をもたらし、そこから預言の蒸気が立ち昇るのだと考えて、神託所をアポロンと大地に共同で奉献したのはもっともなことである。さて、大地そのものは、ヘシオドスが一部の哲学者たちよりも優れた思索によって「万物の確固たる座」と呼んだように、我々もまた永遠にして不滅であると信じている。しかし、大地を取り巻く諸々の力については、ある所では涸渇し、ある所では発生し、また別の所では変移し、別の所から流れ出ることが起こり得るのであり、現象から推測できるように、全時間を通じて大地の中でそのような周期的な循環を何度も巡っているのである。実際、湖や河川、さらにはそれ以上に多くの温かい泉が、ある所では完全に涸渇し消滅し、ある所ではいわば逃げ去って地下に沈殿した事例が生じている。そして長い時を経て再び現れて同じ場所に湧き出たり、近隣に潜流として流れたりする。また鉱山においても、アッティカ周辺の銀山や、エウボイアにおいて冷間鍛造の剣が鍛え出された青銅鉱床のように、最近になって衰退した事例を我々は知っている。アイスキュロスが、「自ずと研ぎ澄まされたエウボイアの剣を手に取って」と語った通りである。またカリュストスの岩石が、柔らかい糸状の石の紡ぎ糸を産出するのをやめてからそれほど時は経っていない。実際、君たちのうちの何人かも、そこから採れた手拭いや網、髪ネットが全く焼け焦げないのを目にしたことがあると思う。それどころか、使うことによって汚れたものは何であれ、炎の中に投げ入れると、輝かしく澄み渡ったものとして取り出されるのである。しかし現在ではそれは消滅し、鉱山の中には繊維や希薄な毛髪のようなものがわずかに走っているにすぎない。

§44

καίτοι πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδʼ ἀγήρων τὴν δύναμιν ἀλλʼ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου γιγνομένης καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν τὰ περὶ τὸν μέγαν σεισμόν,3 ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. ἐν δʼ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς ἂν ἡμῖν, ὦ Δημήτριε, σοῦ φράσειε σαφέστερον.

とはいえ、アリストテレスの学派の人々は、これらすべての原因を地中の蒸気(気化物)であると明言しており、そのような諸性質がその蒸気とともに涸渇し、ともに変移し、再びともに開花することは必然である。預言の息吹についてもまさに同様に考えるべきであり、それらは永遠でも不老でもない能力を有し、変化にさらされているのである。実際、過度な豪雨がそれを消し止め、落雷が直撃して四散させることもあり得るし、とりわけ大地が揺れ動き、深部で沈降や攪乱を被るときには、蒸気が変移するか完全に塞がれてしまうのである。現に当地でも、町をも破壊したあの大地震の際にそうした状態が続いたと言われている。またオルコメノスでは、疫病が発生した際に多くの人間が命を落とし、テイレシアスの神託所は完全に絶え果てて、現在に至るまで休眠し沈黙したままであると語られている。そして、我々の聞き及ぶところによれば、キリキア周辺の神託所にも同様の受難が起こったか否かについては、親愛なるデメトリオスよ、君以上に明瞭に我々に語ってくれる者はいないだろう。

構文注3 件
  1. 433dὁμοιοπαθὲς γιγνόμενον

    中性単数現在分詞。直前の関係代名詞 οἵαν(対格女性単数)が承ける女性名詞 σύγκρασιν ... καὶ σύμπηξιν ではなく、中性名詞 πνεῦμα に意味上一致するか、あるいは関係節内の主語 ὄψις に対する形容(中性述語的構文)として「同様の影響を受けるものとなる」という同化作用を表す。ここでは魂が預言の息吹と同質化するプロセスを説明している。

  2. 433eἔκγονον ἐκείνου καὶ τόκον ὄντως ἀεὶ γιγνόμενον ἀεὶ τοῦτον ἀποφαίνοντες

    プラトン『国家』第6巻(508B-C)の「太陽の比喩」を意識した表現。ἐκείνου はアポロンを、τοῦτον は太陽を指す。ἀεὶ γιγνόμενον(常に生成しつつあるもの)が 真に(ὄντως)ἐκείνου(かの神=アポロン)から生じた子(ἔκγονον / τόκον)であるというプラトン的存立構造を示している。

  3. 434cὥσπερ ἐνταῦθά φασι παραμένειν τὰ περὶ τὸν μέγαν σεισμόν

    主語 τὰ περὶ τὸν μέγαν σεισμόν に対し、不定詞 παραμένειν は「その状態(蒸気が変移・閉塞した状態)が続いた」ことを表す。ἐνταῦθα はデルポイを指し、紀元前373年の大地震等によって神託の息吹が一時途絶・変質した伝承を指示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:42-44