- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、プラトンが五つの正多面体に基づいて五つの世界を構想した根拠を、元素の運動・分離と神による調序の過程から説明し、最後にアカデメイア派の立場から断定を退けて、世界数は有限の複数であるとする見解の妥当性を慎重に擁護する。
τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν· εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν.1 εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται, τοῖς ὑπὸ τῶν πλοκάνων καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων2 τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν,3 τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων ἀναπεπλησμένʼ ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα τῆς Ἀκαδημείας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν,4 καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.
「ではなぜ」と誰かが言うかもしれない、「プラトンは五つの正多面体(立体図形)に五つの世界という数を帰せしめたのか。すなわち、神は第五の構成体を『宇宙全体のために用い、それを星座で彩った』と述べ、次いで世界の数についての難問を立てて、それらの本性は真実には一つであると語るのがふさわしいのか、それとも五つであると語るのがふさわしいのかと問うたとき、彼がこの推測をそこから発したと考えていることは明白である」と。それゆえ、もし彼の思考に対してもっともらしい説明を適用せねばならないとするなら、次のことを考察しましょう。すなわち、彼自身が教えているように、分離されるものや結合されるものは実体の変容と同時にその場所をも変えると言明しているとおり、それらの物体と図形の差異には必然的に運動の差異が直ちに伴うのです。なぜなら、八面体が解体されて四面体(錐体)へと細分されて空気から火が生じる場合、あるいは逆に、押し合わされ圧迫されて八面体となって火から空気が生じる場合、以前にあった場所に留まることは不可能であり、立ち塞がり圧迫するものたちを力づくで押しのけ争いながら、逃れて別の場所へと運ばれるからです。さらに彼は、穀物の選別の際に用いられる籠や器具によって揺すられ簸分けられるものたちと同様に、諸元素が質料を揺すり、また質料によって揺すられながら、同種のものが常に同種のものへと近づき、それらから全体が秩序づけられて生成する前に、異なるものが異なる場所を占めるのだと語り、起きている事態をいっそう譬えによって明らかにしています。このように、神が不在である場所に宇宙全体があるであろうような状態に質料があったとき、直ちに固有の傾き(重み)を持つ最初の五つの性質が別々に運ばれましたが、すべてのものが混ざり合っていたため、制圧されるものが支配するものに本性に反して常に従っていたせいで、完全かつ純粋に分離したわけではありませんでした。それゆえ、諸物体がそれぞれ別の方向へ運ばれる中で、これらの性質は物体の種と同数の部分と間隔を作り出しました。一つは純粋な火ではなく火のような部分、もう一つは混じりけのないアイテールではなくアイテールのような部分、もう一つはそれ自体単独の土ではなく土のような部分であり、またとりわけ空気と水との共有(混合)部分もありましたが、それは言われたように〔それらが〕他の多くの種族で満たされて去っていったからでした。神は実体を分離させたり分散させたりしたのではなく、それ自身によって分離し、それほどの無秩序の中で別々に運ばれていた実体を引き取り、比例と中項によって整序し調和させたのです。そして各々の部分に調停者・監視者のように理性(ロゴス)を据えたのち、最初の物体の種が存在したのと同じ数だけの世界を造り出したのです。これらはアンモニオスのゆえにプラトンの恩恵に帰されるべきこととしましょう。私としては、世界の数について「これこれの数である」と決して強く主張するつもりはありませんが、一つより多く、されど無限ではなく、数において限定されているとする見解は、どちらの見解(一つか無限か)よりも不合理ではないと考えています。質料の本性上散乱し分割される性質を見るとき、それは一つに留まることもなく、ロゴスによって無限へと進むことも許されないからです。もし他のどこかにおいてそうであるなら、ここにおいてもアカデメイアの精神を自らに思い起こさせ、確信の行き過ぎを取り除き、無限についての議論において、危険な場所にいるかのように、ただ安全性だけを保とうではありませんか。
- 430bδῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν
人称構文(δῆλός ἐστιν + 分詞 οἰόμενος)。非人称の「彼が…と考えていることは明白である」(δῆλόν ἐστιν αὐτὸν οἴεσθαι)に相当するギリシア語特有の表現。先行する節の主語であるプラトン(ὁ Πλάτων)を受けている。
- 430cτοῖς ὑπὸ τῶν πλοκάνων καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων
副詞 ὁμοίως が与格(τοῖς ... σειομένοις καὶ ἀναλικμωμένοις)を伴い、「〜と同様に…と語りながら」の意をなす。分詞 λέγων の目的語として間接話法の不定詞句(τὰ στοιχεῖα ... προσχωρεῖν ... ἴσχειν)が続き、『ティマイオス』52E–53A の穀物選別の比喩を踏襲している。
- 430dτοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν
主語は前出の「最初の五つの性質」(αἱ πρῶται πέντε ποιότητες)。中間に挿入された ἄλλων ἀλλαχῆ φερομένων は絶対属格構文(「種々の物体がそれぞれ別の方向へ運ばれる中で」)。与格 τοῖς τῶν σωμάτων γένεσιν は「物体の種[の数]と同数の(ἰσαρίθμους)」に掛かる基準の与格。
- 431aεἰ δʼ ἀλλαχόθι που κἀνταῦθα τῆς Ἀκαδημείας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν
接続法 ἀφαιρῶμεν および並列する διασῴζωμεν は勧誘の接続法(hortatory subjunctive)。冒頭の εἰ δέ は「もし他のどこかにおいてそうであるなら、ここにおいても…」という条件文の前半部を圧縮した慣用的な前置き表現を成している。
