← プルタルコス

神託の衰微について

§33-34

最大学相と正多面体による五つの世界の論証

アンモニオスはテオドロスの説が自己矛盾を抱え、立方体を除外している難点を指摘して反論を促す。それに対し語り手は、プラトンの『ソピステス』における五つの最大学相(有・同・他・運動・静止)と五正多面体との対応関係から、世界が五つ存在する必然性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§33

καὶ ὁ Ἀμμώνιος ἀνδρικῶς μέν ἔφη ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον ἀεὶ καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην1 πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ἢ ταῦτά σοι διαλυτέον ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.

するとアンモニオスが言った。「テオドロスによってこれらの事柄は見事に、かつ熱意を込めて練り上げられている。しかし、彼が互いに矛盾する前提を用いていると見なされないとすれば、私は驚くだろう。というのも、彼は五つすべての立体が同時に構成されるのではなく、常に最も微細でより少ない労力で構成されるものが生成へと先行して現れる、と主張している。それなのに、すべての質料が最初に最も微細で最も単純なものを生み出すのではなく、ある場所では重厚で多部分からなるものが質料からの生成において先行して現れる、ということを、あたかも前者に矛盾せずこれに帰結するかのように措定しているのだ。これに加えて、第一の立体が五つ設定され、それゆえ同数の世界が存在すると言われているにもかかわらず、彼はそのもっともらしさを四つだけの立体に適用し、立方体をあたかも小石の遊戯におけるようにこっそり除外してしまっている。立方体は自らそれらの立体へと変化する本性を持たず、それらに自身への変化を与えることもないからであり、三角形が同種ではないからである。というのも、前者の立体にはすべてに共通して半正三角形が基礎にあるのに対し、立方体にのみ二等辺三角形が固有であり、それは前者の三角形と結合することも統一的な融合をなすこともないからだ。それゆえ、もし五つの立体と五つの世界が存在し、各世界において一つの立体が生成の主導権を握るのだとすれば、立方体が最初に生じた世界では、他の立体のいずれも存在しないことになる。立方体はそれらのいずれにも変化する本性を持たないからだ。というのも、私は言わずにおくが、彼らは、いわゆる十二面体の構成要素をも別のものとしており、プラトンが角錐や八面体や二十面体を構成したあの不等辺三角形ではないとしている。」アンモニオスは笑いながら言った。「だから、君はこれらの難点を解決するか、あるいはこの共通の難問について何か独自の見解を述べるかしなければならない。」

§34

κἀγώ πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ παρόντι· βέλτιον δʼ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν δόξης ἢ ἀλλοτρίας;. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν ὑποκειμένων φύσεων, τῆς μὲν αἰσθητῆς ἐν γενέσει καὶ φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτʼ ἄλλως, ἑτέρας δʼ ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι2 καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ μίαν τις ἀπολείπει συμπεφυκυῖαν αὑτῇ καὶ συννεύουσαν ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν. τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ διάστασιν. ἀλλὰ καὶ τούτων ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων3 τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας. ὅθεν ἐνιστάμενος τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων, τὸ τʼ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, ἐπὶ πᾶσι δὲ κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε τούτων, οὐ θαυμαστὸν ἦν, εἰ4 τῶν πέντε σωματικῶν στοιχείων ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει καὶ εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδʼ εἰλικρινές, ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως. ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα διὰ τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ βεβαιότητα· τῆς δὲ πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν· ἡ δὲ τοῦ δωδεκαέδρου φύσις, περιληπτικὴ τῶν ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν πρὸς πᾶν ἂν τὸ σωματικὸν γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δʼ ὀκτάεδρον μάλιστα τῆς ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δʼ ὕδωρ ἐπὶ πλεῖστα τῷ κεράννυσθαι γένη ποιοτήτων τρεπόμενον παρεῖχεν. εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτʼ ἐλάττους τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν ἑκάστῳ τάξιν ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι τῶν σωμάτων ἔσχηκεν.

「今のところ私には、これより説得力のある見解を述べることはできません」と私は言った。「しかし、おそらく他人の見解に対して責任を負うよりは、自分自身の見解に対して申し開きをする方がよいでしょう。そこで私は改めて最初から論じましょう。二つの本性が基礎にあり、一方は感覚され、生成と消滅の中にあり、変化しやすく、時によって様々に動かされるものであり、他方は実体において叡智的で、常に同一のあり方において同様にあるものですが、わが友よ、叡智的なものが区分され自らの内に差異を持つ一方で、もし物体的・受動的な本性を、人がそれ自身と結合し合流する単一のものとして放っておかずに切り離し分離するならば、憤慨し不快に思うというのは奇妙なことです。永続的で神的なものこそ、むしろ自らを保ち、可能な限りあらゆる切断や分離を避けるのが当然だからです。しかし、これら叡智的なものに対しても『他』の力が及んで、空間的な分離よりも大きな、理拠や形相に応じた非類似性を叡智的なものの内に生み出しました。それゆえプラトンは、万物を一であると宣言する者たちに異議を唱え、『有』が存在し、また『同』と『他』が、そしてこれらすべてに加えて『運動』と『静止』が存在すると述べているのです。したがって、これら五つが存在する以上、かの五つの物体的な元素の各々が、自然においてこれら各々の模像・似姿として生じたのだとしても不思議ではありません。それは混じりけのない純粋な模像ではなく、各々の立体が各々の力に最もあずかることによって生じたものです。立方体は、その平面の安全性と堅固さゆえに、明らかに『静止』に固有の立体です。角錐については、面の薄さと角の鋭さの中に、誰もがその火のような性質と運動性を認めることでしょう。十二面体の本性は、他の図形を包摂するものであるため、すべての物体的なものに対して『有』の像として生じたように思われます。そして残る二つのうち、二十面体は『他』の形相に、八面体はとりわけ『同』の形相にあずかりました。それゆえ八面体は、単一の形姿においてすべての実体を保持する空気を生み出し、二十面体は、混合することによって最も多くの種類の性質へと変化する水を生み出したのです。したがって、もし自然が万物において均等の分配を要求するのであれば、各世界において各々の〔範型〕が、立体の構成において得たのと同様に、主導的な序列と力を持つように、世界も範型より多くも少なくも生じなかったと考えるのが尤もらしいのです。」

構文注4 件
  1. 33ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην

    動詞 τίθησι(措定する)は、冠詞付き不定詞句 τὸ μὴ πᾶσαν ὕλην... εἰσφέρειν... ἀλλʼ... φθάνειν προανίσχοντα を直接目的語にとり、前置された ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ(あたかもこれに矛盾せず帰結するかのように)を述語的対格として従えている。不定詞句内部では、動詞 φθάνειν が補語分詞 προανίσχοντα(先行して現れる)を伴う慣用表現(φθάνω +分詞)を形成している。

  2. 428bδεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι

    非人称表現 δεινόν ἐστιν(奇妙である/恐るべきことである)の真の主語は、後方に置かれた不定詞 ἀγανακτεῖν καὶ δυσχεραίνειν(憤慨し不快に思うこと)である。文頭の対格不定詞句 τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ は譲歩的・背景的な対照節として置かれ、それに対応する δέ 節は条件節 εἰ μὴ μίαν τις ἀπολείπει... ἀλλὰ χωρίζει καὶ διίστησιν の形をとって、人々が憤慨する条件を示している。

  3. 428cμείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων

    語順の倒置(hyperbaton)が見られる。形容詞 μείζονας は、比較の属格 τῶν κατὰ τόπον διαστάσεων(空間的距離よりも)および与格 τοῖς νοητοῖς(叡智的なものの内に)を挟んで、動詞 ἐνείργασται の目的語である名詞 τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας(理拠や形相に応じた非類似性を)と離隔して修飾している。

  4. 428dοὐ θαυμαστὸν ἦν, εἰ

    ἄν を伴わない未完了過去 ἦν は、非人称述語(θαυμαστόν, εἰκός, δίκαιον 等)において当然の帰結や蓋然性を表す慣用構文であり、「〜であっても不思議ではない/不思議ではなかった」という意味を表す。続く節内の ἕκαστον ἑκάστου は同根語反復(polyptoton)であり、五つの物体元素(ἕκαστον)と五つのプラトン的形相(ἑκάστου)の一対一の対応を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:33-34