- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:18-20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デメトリオスがブリタニア孤島のダイモーンの死やクロノスの幽閉に関する伝承を語り、クレオンブロトスとアンモニオスが、ダイモーンの有限性や神々の本性を巡ってストア派の説を引きつつ、エピクロス派の影像論や寿命と悪徳に関する批判の誤謬を論じる。
ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει;1 σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.
するとデメトリオスが語った。ブリタニアの近海の島々には無人の孤島が多くあり、そのうちの幾つかはダイモーンや英雄の名で呼ばれているという。彼自身、王の使節として探求と観察のために、これら孤島のうち最も近くに位置し、住人が少なく、その全員がブリタニア人から神聖不可侵と見なされている島へと航海した。彼が到着したばかりの頃、大気中に激しい動揺と数々の天変地異が起こり、暴風が吹き荒れ、旋風・火炎風が吹き降りた。嵐が収まると、島民たちは高位の存在の誰かが消滅したのだと語った。というのも、彼らの言うところによれば、ともし火は点火されるときには何の恐ろしさもないが、消えるときには多くの者にとって不快であるように、偉大な魂たちも輝き出るときは慈愛に満ち苦痛をもたらさないが、その消滅と死滅は、今のようにしばしば暴風や荒波を生み出し、しばしば疫病をもたらす災禍によって大気を汚染するからである。さらに、そこには一つの島があり、そこではクロノスがブリアレオスに見張られながら眠りについた状態で幽閉されているという。なぜなら眠りが彼に対する枷として仕組まれており、彼の周りには従者や奉仕者である多くのダイモーンたちが侍っているからである。
ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος ἔχω μέν ἔφη καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν ἔχειν οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς ἔφη γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες. ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι. ἀπλέτους ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες. ῥηθέντων δὲ τούτων ὁ Ἀμμώνιος ὀρθῶς ἔφη μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων. ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν.2 οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ. διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων πολλὰ μὲν δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.3
これを受けてクレオンブロトスが言った。 「私もそうした話を語ることはできますが、何ものもこれらがこの通りであることを反対せず妨げもしないということで、我々の前提には十分です。それに我々は、ストア派の人々が私が言うような見解をダイモーンに対して抱いているだけでなく、これほど多数の神々が存在する中で唯一の者のみを永遠不滅とし、他の神々は生じたものであり消滅するであろうと考えているのを知っています。また、エピクロス派の人々の嘲笑や冷笑を恐れる必要は毛頭ありません。彼らは摂理に対してもそれを神話と呼び捨てることであえてそうした嘲笑を用いているのですから。しかし我々は、これほど無数の世界の中に神的な理法によって統治されている世界は一つもなく、すべての世界が偶然によって生じ構成されたとする、彼らの無限論こそが神話であると主張します。もし哲学において笑うべきことがあるとすれば、彼らが養い育てている、耳が聞こえず目が見えず魂を持たない影像たちこそ笑われるべきです。それらは無数の年月の周期を通じて現れ至る所を徘徊し、あるものは現に生きている者から、あるものは遠い昔に焼かれるか腐敗した者から流れ出たものですが、彼らはそれらくだらない戯言や影を自然探究に引きずり込み、他方で誰かが、本性においてのみならず理法においても存立し、長い時間を生き延び存続するダイモーンが存在すると主張すれば、不快感を露わにするのです」これらが語られたとき、アンモニオスが言った。 「私にはテオプラストスが正しく言明したように思われます。厳粛かつ至極哲学的な言葉を受け入れるのを、何が妨げるというのでしょうか。なぜならその言葉は、退けられれば証明はできずとも起こりうる多くの事柄を破棄し、受け入れられれば不可能で実在しない多くの事柄を伴ってしまうからです。もっとも、エンペドクレスによって導入されたダイモーンたちに対してエピクロス派の人々が述べているのを私が耳にした唯一の主張、すなわち邪悪で過ちを犯しやすい存在が至福で長寿であることは不可能であり、悪徳は多くの盲目性と破滅的な事態への陥りやすさを有しているという論難は、愚かなものです。そのように言うなら、エピクロスはソフィストのゴルギアスよりも劣り、メトロドロスは喜劇作家アレクシスよりも劣ることになってしまいます。というのも、アレクシスはメトロドロスの二倍生き、ゴルギアスはエピクロスの一と三分の一倍以上生きたからです。我々が徳を強いもの、悪徳を弱いものと呼ぶのは別の意味においてであり、肉体の存続と解体に関してではありません。なぜなら野獣の中でも、魂において動きが鈍く不活発な多くのものが、また放埒で無秩序な多くのものが、聡明で悪賢いものたちよりも長い時間を生きるからです。したがって彼らは、神の永遠性を破滅的な要因の警戒と撃退から生じせしめることによって、不適切なことをしています。至福なるものの本性の中にこそ、何の苦労も要さずに受動なきことと不滅性が備わっているべきだったのです。しかしおそらく、居合わせない人々に対して論じるのは公平に見えないでしょう。それゆえ、クレオンブロトスが先ほどダイモーンたちの移転と逃亡に関して中断した議論を、我々のために再び引き取るのが正当であります」
- 18ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει
φάναι は間接話法を導く不定詞で、島民たち(τοὺς νησιώτας)が語った内容の伝達を継続している。比較節 ὡς γὰρ λύχνος ἀναπτόμενος... に主節 οὕτως αἱ μεγάλαι ψυχαὶ... が呼応する構文の途中に挿入されている。
- 420dὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων ... εὔηθές ἐστιν
関係代名詞 ὃ から始まる節全体が文の主語であり、述語は εὔηθές ἐστιν(「愚かである」)である。ὃ は λεγόντων の目的語であり、同格的に ὡς οὐ δυνατὸν εἶναι... の節がその内容を説明している。属格分詞 τῶν Ἐπικουρείων λεγόντων は ἀκήκοα の目的語(知覚動詞の属格支配)をなす。
- 420eπάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι
δίκαιός ἐστι + 不定詞(ἀναλαβεῖν)は「〜するのが正当である」という意味の人称構文(personal construction)であり、非人称の δίκαιόν ἐστι τὸν Κλεόμβροτον ἀναλαβεῖν と同義である。関係節 ὃν ... ἀφῆκε λόγον は先行詞 λόγον を関係節内に取り込んだ先取り構造(incorporation)で、ἀναλαβεῖν の目的語をなしている。
