- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:41-43
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神話を天文学的に解釈し、オシリスを月、テュポンを太陽に比定したうえで、十七日の不吉さや数の象徴性、二十八や十四といった月齢数とナイル川の増水量や祭礼との対応関係を論じる。
οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ ἀστρολογίας μαθηματικῶν ἔνια μιγνύντες Τυφῶνα μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ πυρὶ καὶ σκληρῷ καταθάλπειν τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις. οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.
一方、これら自然学的な説明に天文学の数理的な知見の一部を結びつける人々は、テュポンとは太陽の世界を、オシリスとは月の世界を指して語られていると考えている。というのも、月はその光が生命を生み出し湿潤をもたらす性質をもつため、動物の生殖や植物の成長にとって好意的なものであるのに対し、太陽は純粋で苛烈な熱火によって成長し繁茂するものを焼き焦がし枯死させ、大地の大部分を猛火によってまったく人の住めぬ地とし、多くの場所で月にさえ打ち勝つからである。それゆえエジプト人はテュポンを常にセトと呼んでいるが、これは「圧制するもの」あるいは「暴力で圧倒するもの」を意味している。そして太陽にはヘラクレスが座してともに巡行し、月にはヘルメスが座して巡行すると神話化している。月の働きは理性と卓越した知恵の働きに似ており、太陽の働きは暴力と膂力によって成し遂げられる打撃に似ているからである。他方、ストア派の人々は、太陽は海から火を点じられて養われ、月に対しては泉や湖の流水が甘美で柔らかな蒸気を立ち上らせると主張している。
ἑβδόμῃ ἐπὶ δέκα τὴν Ὀσίριδος γενέσθαι τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους,1 οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ τὸν ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας,2 ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον, ἀτελὲς ἀγαθόν προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός φησι δηλοῦν ἑρμηνευόμενον.
エジプト人たちの神話によれば、オシリスの死は十七日に起こったとされ、その日には満月が満ちて最もはっきりと現れる。それゆえピュタゴラス派の人々もまたこの日を「遮断」と呼び、この数をまったく忌むべきものとして避けるのである。というのも、平面数の中で唯一その周囲の長さがそれら自身に囲まれた面積と等しくなる性質をもつ、正方形数十六と長方形数十八の間に、十七の数が中間に割り込んで両者を遮断し互いから引き離し、また九対八の比を不等な音程へと裁断して分割するからである。またある人々はオシリスが生きた年数を、別の人々は王として君臨した年数を、二十八年であったと語る。それというのも、月の相はそれだけの数あり、月はそれだけの日数で自らの軌道を巡り終えるからである。さらに、いわゆるオシリスの埋葬の儀において木を伐採して三日月形の棺を製作するのは、月が太陽に接近する際、三日月形となって姿を隠すからである。そしてオシリスが十四の部分へと八つ裂きにされたことは、満月ののち新月に至るまで天体が欠けていく日数と関連づけて暗示されている。また月が初めて太陽の輝きを逃れて太陽を追い越して姿を現す日を、彼らは「不完全なる善」と呼ぶ。オシリスは善をなす者であり、その名は多くのことを表すが、なかでも彼らの言う「働きをなし善をもたらす力」を表しているからである。またヘルマイオスによれば、この神のもう一つの名であるオムピスは、解釈すると「恩恵を施す者」を意味するという。
οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων περιόδων ἑκάστης ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ πρὸς τὴν διχότομον· ἡ δὲ μέση περὶ Μέμφιν, ὅταν ᾖ δικαία, δεκατεσσάρων πήχεων πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι δέ,3 ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς. ἔτι δὲ τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις ἀναλύεσθαι καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος ὁ περίγειος κόσμος οὔτε φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως.
彼らはまた、ナイル川の増水が月の諸相と一定の比率関係にあると考えている。エレファンティネ付近での最大の増水は二十八キュビットになり、これは毎月の運行周期のそれぞれの相と度数に等しい。またメンデスやクソイス付近での最小の増水は六キュビットで、上弦・下弦の半月に対応し、メンフィス付近での中間の増水は、適正なときには十四キュビットで、満月に対応する。さらにアピス牛はオシリスの生きた似姿であり、月からの生殖力ある光が降り注いで発情した牝牛に触れたときに生まれるとされる。それゆえアピス牛の斑紋の多くは月の諸相に似ており、その輝く部分は影の部分によって周囲を黒く縁取られているのである。その上、彼らはファメノト月の新月に「オシリスの月への入昇」と名づける祭礼を執り行うが、これは春の始まりである。このようにオシリスの力を月に置き、彼らは生成そのものであるイシスが彼と共にあると語る。それゆえ月を世界の母とも呼び、月が両性の自然本性をもつと考えている。すなわち太陽によって満たされて受胎し、自ら再び大気へと生殖の根源を放って種を撒くのである。テュポン的な破滅が常に圧倒するわけではなく、しばしば生成によって制圧されて束縛され、再び解き放たれてホロスと戦い合うからである。そしてこのホロスとは、破滅からも生成からも完全に免れることのない、この地上界のことなのである。
- 367eτοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους
属格 τοῦ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους は、後続する μέσος ... παρεμπίπτων(中間に割り込んで)に対する分離または関係を示す属格。16と18の間に17が挟まる幾何学的・数論的関係を表す。これらに続く関係代名詞節 οἷς μόνοις... は与格(所有の与格)で、周囲と面積が等しいという平面数の性質を述べている。
- 368aαἰνίττονται πρὸς τὰς ἡμέρας
αἰνίττονται πρὸς ... は「〜に関連づけて(〜に引き当てて)暗に示す」という構文。直接目的語 τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν(オシリスの14の断片への八つ裂き)が何を表象・暗示しているかを、前置詞句 πρὸς τὰς ἡμέρας(日々の数に引き当てて)で示している。
- 368cτὸν δʼ Ἆπιν εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι δέ
文頭の τὸν δʼ Ἆπιν および後続の不定詞 εἶναι, γίγνεσθαι は、前段落の主動詞 οἴονται(あるいは λέγουσι)に依存する対格不定詞構文(間接話法)。文脈上、エジプト人の伝承・見解の報告が継続していることを示す。
