- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:33-35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神官たちの哲学的解釈において、オシリスは万物を潤し生み出す湿性の原理、テュポンは乾燥と破壊の力として捉え直され、さらにオシリスとディオニュソスの儀礼・神話的同一性がデルポイや各地の習俗を通して論証される。
οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος οὐσίαν νομίζοντες·1 Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ ὑγρότητι. διὸ καὶ πυρρόχρουν γεγονέναι τῷ σώματι καὶ πάρωχρον νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν καλοῦσιν (Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι), μέλας ἐστὶ καὶ δευτέρας ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν,2 ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν.
しかし神官たちのうちでもより賢明な者たちは、ナイル川だけをオシリスと呼び、海だけをテュポンと呼ぶのではなく、端的にあらゆる湿性を生み出す原理ならびに力を、生成の原因かつ種子の本質であるとみなしてオシリスと呼び、他方ですべて乾涸びて火の性質を帯び、おしなべて乾燥をもたらし湿性に敵対するものをテュポンと呼んでいる。それゆえ、彼(テュポン)の肉体は赤褐色で黄みがかった青白い色をしていたと考え、そのような容貌の人々に出会うことを決して快く思わず、親しく交わることも好まない。これに対してオシリスは黒褐色の肌をしていたと神話的に語るが、その理由は、あらゆる水が混ざり合うことで大地も衣類も雲も黒く染めること、また若者たちの内に存する湿気が髪を黒く保ち、白髪は盛期を過ぎた者たちに乾燥によって生じる一種の青白さであるからにほかならない。そして春は瑞々しく肥沃で心地よいが、秋は湿気の欠乏によって植物には敵となり動物には病をもたらす。ヘリオポリスで飼育されている牛で、ムネヴィスと呼ばれているもの(これはオシリスの聖獣であり、アピスの父であると考える者たちもいる)は黒色であり、アピスに次ぐ第二の栄誉を帯びている。さらにエジプトは、目の黒目と同じように際立って土が黒いことから「ケミア」と呼ばれ、心臓に擬えられている。なぜならエジプトは温暖で湿潤であり、心臓が人間の左側に位置するように、居住世界の南方の地域にしっかりと囲い込まれ寄り添っているからである。
ἥλιον δὲ καὶ σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους περιπλεῖν φασιν, αἰνιττόμενοι τὴν ἀφʼ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν. οἴονται δὲ καὶ Ὅμηρον ὥσπερ Θαλῆν μαθόντα παρʼ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι· καὶ τὸν Διόνυσον ὕην ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως καὶ τῆς εὑρέσεως.
彼らはまた、太陽と月が戦車ではなく船を乗り物として用いて巡航していると語るが、これは天体が湿気から滋養を受け、湿気から生じることを暗示しているのである。また彼らは、ホメロスもタレスと同様にエジプト人から学んだ上で、水を万物の根源かつ生成の基盤としたのだと考えている。彼らにとってオケアノスはオシリスであり、テテュスは万物を育みともに養育する者としてのイシスであるからである。実際、ギリシア人たちも種子の放出をアプーシアーと呼び、交わりをスヌーシアーと呼び、子(ヒュイオス)を水(ヒュドール)や雨を降らせること(ヒュサイ)に由来するものと名づけている。またディオニュソスを湿の自然本性の主として「ヒュエス」と呼ぶが、これはオシリスと別のものではない。実際、ヘラニコスの伝承でも、オシリスは神官たちによってヒュシリスと呼ばれているのを聞き知ったように思われる。現に彼はそのようにその神を終始呼び続けているが、これは当然ながら神の自然本性と発見に由来しているのである。
ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν,3 ἀρχικλὰ μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον Διόνυσον ποιοῦσιν ἀγάλματα πολλοὶ τῶν Ἑλλήνων· αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι ποδὶ βοείῳ τὸν θεὸν ἐλθεῖν πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια τοῖς λεγομένοις Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος μάρτυς εἶναι4 λέγων "δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας. " διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν.
それゆえ、彼がディオニュソスと同一であるということは、クレアよ、デルポイにおいてテュイアスたちの指導者であり、父母の代からオシリスの秘儀に献身してきたあなた以上に、いったい誰が知るにふさわしいであろうか。しかし、ほかの人々のために証拠を提示しなければならないとすれば、秘儀に属することはそのままにしておくとしても、神官たちがアピスを埋葬する際に白日のもとで行うこと、すなわち遺骸を筏に乗せて運ぶときの儀礼は、バッコス祭の熱狂に少しも引けを取らない。なぜなら彼らは鹿皮を身にまとい、テュルソスの杖を携え、ディオニュソスにまつわる熱狂的な祭儀に憑かれた者たちのように叫び声をあげ、身振りをするからである。それゆえギリシア人の多くもディオニュソスの神像を牡牛の姿で制作するのであり、エリスの女性たちも「牛の足で神が我らのもとへと訪れるように」と祈り求めている。またアルゴス人たちにおいてディオニュソスは「牛より生まれし者」という添え名を持ち、彼らは角笛の合図とともに水の中から神を呼び戻し、門の守護神のために深淵へと子羊を投げ込むが、角笛はテュルソスの中に隠していると、ソクラテスが『敬虔の事どもについて』の中で述べている。さらにティタン神話の物語や夜間祭も、オシリスの八つ裂きや甦り、再生の物語と合致しており、埋葬をめぐる事柄についても同様である。実際、エジプト人たちがオシリスの墓所をすでに述べたように多くの場所で示している一方で、デルポイの人々もディオニュソスの遺骨が神託所の傍ら、彼らのもとに安置されていると考えている。そしてテュイアスたちが「箕の童児(リクニテス)」を目覚めさせるとき、オシオイ(潔者たち)はアポロンの神殿の中で秘められた生贄を捧げるのである。ギリシア人たちがディオニュソスを単に葡萄酒の主であるだけでなく、あらゆる湿の自然本性の主であり創始者であると考えていることについては、ピンダロスが次のように語るだけで十分な証人となる。 「木々の育ちを、大いなる歓びをもたらすディオニュソスが増し加え給わんことを、果実の実りの清らかな光を。」 それゆえオシリスを崇める者たちには、実のなる栽培樹を損なうことや、湧き水の泉を塞ぐことが禁じられているのである。
- 33οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος οὐσίαν νομίζοντες·
οὐ μόνον ... οὐδέ に対する ἀλλά 構文。文脈上、主節動詞 καλοῦσιν が ἀλλʼ 以下の節でも共通して想定されており、νομίζοντες は主節の主語(οἱ δὲ σοφώτεροι τῶν ἱερέων)に一致する付帯状況または理由を表す分詞。対格 ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν は καλοῦσιν の目的語であり、Ὄσιριν は述語対格(二重対格)。続く αἰτίαν と οὐσίαν は ἀρχὴν καὶ δύναμιν に対する同格。
- 364cἐν τοῖς μάλιστα μελάγγειον οὖσαν
ἐν τοῖς μάλιστα は熟語的表現で、「何よりも、とりわけ」という意味で形容詞や最上級を強める。ここでは形容詞 μελάγγειον(黒い土の)を修飾して「極めて黒い土をした」の意をなす。分詞 οὖσαν は対格名詞 τὴν Αἴγυπτον に一致する付帯・理由の分詞。
- 364eτίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν
非人称構文 προσῆκόν ἐστιν(〜が適している)に対格不定詞構文(τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν)が主語節として結びついている。疑問代名詞対格 τίνα が不定詞 γιγνώσκειν の意味上の主語。続く分詞 ἀρχικλὰ μὲν οὖσαν... καθωσιωμένην は呼格ではなく、比較の対象である対格 σέ に一致して修飾している。
- 365aὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος μάρτυς εἶναι
文頭の ὅτι 節(「ギリシア人がディオニュソスを……と考えていること」)が名詞節として全体の主題・前提を提示し、主節の動詞 ἀρκεῖ(〜で十分である)および不定詞 εἶναι の内容ないし目的語的関係をなしている。Πίνδαρος μάρτυς は述語主格を伴う主語(「ピンダロスが証人として十分である」)。
