- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:20-22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神話の梗概を締めくくり、神話は虚構ではなく真理(ロゴス)の反映であり歴史的事象を含んでいると論じ、エウヘメリズム的な解釈を紹介・評価する。
ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν δυσφημοτάτων ἐξαιρεθέντων, οἷόν ἐστι τὸ περὶ τὸν Ὥρου διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν. ὅτι μὲν οὖν, εἰ ταῦτα περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθʼ ἣν μάλιστα νοεῖται τὸ θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ συμπεσόντα δοξάζουσι καὶ λέγουσιν, ἀποπτύσαι δεῖ καὶ καθήρασθαι στόμα κατʼ Αἰσχύλον, οὐδὲν δεῖ λέγειν πρὸς σέ. καὶ γὰρ αὐτὴ δυσκολαίνεις τοῖς οὕτω παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν. ὅτι δʼ οὐκ ἔοικε ταῦτα κομιδῇ μυθεύμασιν ἀραιοῖς καὶ διακένοις πλάσμασιν, οἷα ποιηταὶ καὶ λογογράφοι καθάπερ οἱ ἀράχναι γεννῶντες ἀφʼ ἑαυτῶν ἀπʼ ἀρχῆς ἀνυποθέτου1 ὑφαίνουσι καὶ ἀποτείνουσιν, ἀλλʼ ἔχει τινὰς ἱστορίας καὶ παθῶν διηγήσεις, οἶσθʼ αὐτή, καὶ καθάπερ οἱ μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει τῆς ὄψεως, οὕτως μῦθος ἐνταῦθα λόγου τινὸς ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπʼ ἄλλα τὴν διάνοιαν,2 ὡς ὑποδηλοῦσιν αἵ τε θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον, αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ σκότια κατὰ γῆς ἐχόντων στολιστήρια Θηβαίοις ἐοικότα καὶ σηκοῖς· οὐχ ἥκιστα δʼ ἡ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ κεῖσθαι λεγομένου τοῦ σώματος· τὴν τε γὰρ Διοχίτην ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἔν τʼ Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους ὁμοτάφους εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ τὸ σῶμα κεῖσθαι· καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν ἑρμηνεύουσιν, οἱ δʼ ἰδίως τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φίλαις †νιστιτάνην ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδʼ ὄρνιθας ἐπʼ αὐτὴν καταίρειν μηδʼ ἰχθῦς προσπελάζειν, ἑνὶ δὲ καιρῷ τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης φυτῷ περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος.
これらが、最も不吉な話、例えばホロスの身体切断やイシスの斬首にまつわる話を除外した、この神話のおよその要点である。したがって、神性が何よりもそれに即して理解される至福にして不滅なる本性について、これらが真実に為され生じたことであると人々が考え口にするならば、アイスキュロスに従って「唾を吐き捨て、口を清めるべきである」ということは、あなたに対して語る必要などまったくない。なぜなら、神々についてそのように不敬で野蛮な考えを持つ者たちに対しては、あなた自身が不快感を抱いているからである。しかし、これらが詩人や散文作家たちが蜘蛛のように自らの内から生み出し、何ら根拠のない出発点から織りなし紡ぎ広げるような、まったく中身のない希薄な作り話と空虚な虚構に似たものではなく、ある種の歴史や受難の叙述を含んでいることは、あなた自身も知っている。そして、数学者(天文学者)たちが、虹とは太陽の反映であり、雲に向かって視線が屈折することによって多彩に変化するものだと言うのと全く同様に、ここでの神話も、思惟を別の事柄へと屈折・反照させるあるロゴスの反映なのである。そのことは、哀悼と陰鬱さを帯びて執り行われる犠牲祭や、神殿の構造――ある部分は翼廊や吹き抜けの清浄な通路へと開け広げられ、別の部分はテーバイの墳墓や祠堂に似た地下の隠された暗い衣装部屋(控えの間)を持っていること――が暗示している通りである。オシリスの遺体が多くの場所に横たわっていると語られることによる、オシリス廟に関する伝承もまさにそうである。実際、ディオキテスと呼ばれる小都市は唯一真の〔墓〕を持つものとして名指されており、アビュドスではエジプト人の裕福で有力な者たちが、オシリスの遺体と合葬されることを競い合って何よりもそこに埋葬され、メンフィスではオシリスの魂の似姿であるアピスが飼育され、そこにも遺体が横たわっているとされる。そしてこの都市の名を、ある人々は「良きものの港」と解釈し、別の者たちは固有の意味で「オシリスの墓」と解釈している。また、フィラエの近くにある島は、普段はあらゆる人にとって立ち入りが禁じられ近づくこともできず、鳥さえそこへ降り立つことはなく魚も近づかないが、特定の時期に神官たちが渡り、あらゆるオリーブの木をも凌ぐ大きさのメティデスの植物によって覆われ日陰となったその塚に、死者供養の祭儀を捧げ花輪をかける。
Εὔδοξος δέ, πολλῶν τάφων ἐν Αἰγύπτῳ λεγομένων, ἐν Βουσίριδι τὸ σῶμα κεῖσθαι· καὶ γὰρ πατρίδα ταύτην γεγονέναι τοῦ Ὀσίριδος οὐκέτι μέντοι λόγου δεῖσθαι τὴν Ταφόσιριν· αὐτὸ γὰρ φράζειν τοὔνομα ταφὴν Ὀσίριδος. αἰνῶ δὲ τομὴν ξύλου καὶ σχίσιν λίνου καὶ χοὰς χεομένας διὰ τὸ πολλὰ τῶν μυστικῶν ἀναμεμῖχθαι τούτοις. οὐ μόνον δὲ τούτων οἱ ἱερεῖς λέγουσιν, ἀλλὰ καὶ τῶν ἄλλων θεῶν, ὅσοι μὴ ἀγέννητοι μηδʼ ἄφθαρτοι,3 τὰ μὲν σώματα παρʼ αὐτοῖς κεῖσθαι καμόντα καὶ θεραπεύεσθαι, τὰς δὲ ψυχὰς ἐν οὐρανῷ λάμπειν ἄστρα, καὶ καλεῖσθαι κύνα μὲν τὴν Ἴσιδος ὑφʼ Ἑλλήνων, ὑπʼ Αἰγυπτίων δὲ Σῶθιν Ὠρίωνα δὲ τὴν Ὥρου, τὴν δὲ Τυφῶνος ἄρκτον, εἰς δὲ τὰς ταφὰς τῶν τιμωμένων ζῴων τοὺς μὲν ἄλλους συντεταγμένα τελεῖν, μόνους δὲ μὴ διδόναι τοὺς Θηβαΐδα κατοικοῦντας, ὡς θνητὸν θεὸν οὐδένα νομίζοντας, ἀλλʼ ὃν καλοῦσιν αὐτοὶ Κνήφ, ἀγέννητον ὄντα καὶ ἀθάνατον.
しかしエウドクソスによれば、エジプトには多くの墓が語られているものの、遺体が横たわっているのはブシリスであるという。なぜならこの地がオシリスの生誕地であったからである。とはいえタフォシリスについてはもはや説明を要しない。その名自体が「オシリスの埋葬地」を意味しているからである。私は木の伐採、麻の引き裂き、注がれる灌奠は割愛するが、それは多くの密儀的な事柄がこれらに混じり合っているからである。神官たちが語るのはこれらの神についてのみならず、不生でも不滅でもない他の神々すべてについても同様である。すなわち、彼らの遺体は労苦の果てに彼ら〔神官たち〕のもとで横たわり祀られており、その魂は天で星となって輝いている。そしてイシスの〔魂〕はギリシア人によって「犬(シリウス)」、エジプト人によって「ソティス」と呼ばれ、ホロスの〔魂〕は「オリオン」、テュポンの〔魂〕は「大熊」と呼ばれる。また、崇敬される動物たちの埋葬に関しては、他のエジプト人たちが割り当てられた費用を支払うのに対し、テーバイ地方の住民だけは支払わない。彼らは死すべき神を何一つ認めず、自らがクネフと呼ぶ、不生にして不滅の神のみを信じているからである。
πολλῶν δὲ τοιούτων λεγομένων καὶ δεικνυμένων, οἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων,4 διʼ ἀρετὴν ὑπερφέρουσαν ἢ δύναμιν ἀξίωμα τῇ δόξῃ θεότητος ἐπιγραψαμένων εἶτα χρησαμένων τύχαις, ἔργα καὶ πάθη δεινὰ καὶ μεγάλα διαμνημονεύεσθαι, ῥᾴστῃ μὲν ἀποδράσει τοῦ λόγου χρῶνται καὶ τὸ δύσφημον οὐ φαύλως ἀπὸ τῶν θεῶν ἐπʼ ἀνθρώπους μεταφέρουσι, καὶ ταύτας ἔχουσιν ἀπὸ τῶν ἱστορουμένων βοηθείας. ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χρόᾳ πυρρόν, λευκὸν δὲ τὸν Ὧρον καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. ἔτι δὲ καὶ στρατηγὸν ὀνομάζουσιν Ὄσιριν, καὶ κυβερνήτην Κάνωβον, οὗ φασιν ἐπώνυμον γεγονέναι τὸν ἀστέρα· καὶ τὸ πλοῖον, ὃ καλοῦσιν Ἕλληνες Ἀργώ, τῆς Ὀσίριδος νεὼς εἴδωλον ἐπὶ τιμῇ κατηστερισμένον, οὐ μακρὰν φέρεσθαι τοῦ Ὠρίωνος καὶ τοῦ Κυνός, ὧν τὸ μὲν Ὥρου τὸ δʼ Ἴσιδος ἱερὸν Αἰγύπτιοι νομίζουσιν.
これほど多くの類似の事柄が語られ示されているため、これらは卓越した徳や力ゆえに神性の栄誉をその名声に付加し、後に様々な運命に遭遇した王や僭主たちの、恐るべく重大な業績と受難の記憶であると考える人々は、議論の最も安易な逃げ道を利用しており、神々から人間へと不吉な話を巧みに移し替えている。そして彼らは、伝えられる歴史からもそうした助けを得ている。というのもエジプト人たちは、ヘルメスは体が前腕の短い不具であり、テュポンは赤い肌色、ホロスは色白、オシリスは浅黒い肌であったと伝えており、彼らが生まれながらの人間であったかのように語るからである。さらに彼らはオシリスを将軍、カノボスを舵手と呼び、この舵手にちなんであの星が名付けられたと言う。また、ギリシア人がアルゴと呼ぶ船は、オシリスの船の似姿として栄誉のために星座とされたものであり、オリオンや犬(シリウス)から遠くないところを運行しているが、エジプト人たちは前者をホロスの、後者をイシスの神聖な星と考えている。
- 20ἀπʼ ἀρχῆς ἀνυποθέτου
ἀνυπόθετος は哲学術語としてはプラトンなどで「無前提の/第一原理の」を意味するが、ここでは詩人たちの作り話の空虚さを指して「事実の基盤・拠って立つ前提がない」「何ら根拠のない」という意味で用いられている。ἀπʼ ἀρχῆς と結びついて「何らの根拠・事実の出発点も持たずに」を表す。
- 359aλόγου τινὸς ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπʼ ἄλλα τὴν διάνοιαν
直前の比喩「虹(ἶρις)が太陽(ἥλιος)の ἔμφασις(反映・反映像)であり、視線(ὄψις)を雲へと屈折させる」と厳密に対応している。分詞 ἀνακλῶντος は属格であり、直近の属格名詞 λόγου τινός に一致する。すなわち「思惟を別の事柄へと反照・屈折させるあるロゴス(理説・真理)の反映像(ἔμφασις)」という構造をなす。
- 359cτῶν ἄλλων θεῶν, ὅσοι μὴ ἀγέννητοι μηδʼ ἄφθαρτοι
属格 τῶν ἄλλων θεῶν は、後続する対照的な二つの対格節(τὰ μὲν σώματα... τὰς δὲ ψυχὰς)に対して全体を示す全体属格(partitive genitive)または関心・主題の属格として先置されている。主語 οἱ ἱερεῖς に対して「他の神々についても、彼らの遺体は…その魂は…と語る」と受ける構造。
- 359dοἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων
主語である分詞 οἱ μὲν οἰόμενοι の直後に不定詞節の要素が倒置・挿入された長大な構文。骨格は οἱ μὲν οἰόμενοι ταῦτα ἔργα καὶ πάθη ... βασιλέων καὶ τυράννων ... διαμνημονεύεσθαι であり、主節の動詞は後方の χρῶνται である(οἱ μὲν οἰόμενοι ... ῥᾴστῃ μὲν ἀποδράσει τοῦ λόγου χρῶνται)。属格 βασιλέων ... καὶ τυράννων は名詞 ἔργα καὶ πάθη に係る。
