← プルタルコス

イシスとオシリスについて

§10-11

ギリシア賢者による受容と神話の象徴的解釈

プルタルコスはピュタゴラスらギリシア賢者のエジプト受容と象徴的教義の類似性を論じ、神殿の図像や切断・受難の神話は文字通りの事実ではなく比喩的・哲学的に解釈すべきであり、真の神理解こそが迷信と無神論を避ける途であると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10

μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σοφώτατοι, Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δʼ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου, Πυθαγόραν δʼ Οἰνούφεως Ἡλιοπολίτου. μάλιστα δʼ οὗτος, ὡς ἔοικε, θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα· τῶν γὰρ καλουμένων ἱερογλυφικῶν γραμμάτων οὐδὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθαγορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸ μὴ ἐσθίειν ἐπὶ δίφρου μηδʼ ἐπὶ χοίνικος καθῆσθαι μηδὲ φοίνικα φυτεύειν μηδὲ πῦρ μαχαίρᾳ σκαλεύειν ἐν οἰκίᾳ δοκῶ δʼ ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν Ἀπόλλωνα καὶ τὴν δυάδα Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδομάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον, ἐοικέναι τοῖς ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ γραφομένοις. τὸν γὰρ βασιλέα καὶ κύριον Ὄσιριν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν· ἔνιοι δὲ καὶ τοὔνομα διερμηνεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν ος, τὸ πολύ, τοῦ δʼ ιρι τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος τὸν δʼ οὐρανὸν ὡς ἀγήρων διʼ ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας ὑποκειμένης.1 ἐν δὲ Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν ἄχειρες, ἡ δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν, ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν. τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος· οὐ γὰρ ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες. τίκτουσι δὲ τὸν γόνον εἰς ὕλην, ἣν σφαιροποιοῦσιν, οὐ τροφῆς μᾶλλον ἢ γενέσεως χώραν παρασκευάζοντες.

ギリシア人の中で最も賢明な人々――ソロン、タレス、プラトン、エウドクソス、ピュタゴラス、そして一部の人々によればリュクルゴスもまた――エジプトに赴き祭司たちと交わったことがこれを証言している。そしてエウドクソスはメンフィスのコヌピスから、ソロンはサイスのソンキスから、ピュタゴラスはヘリオポリスのオイヌピスから学問を受けたと伝えられる。このピュタゴラスこそは、見受けられるところ彼らに最も称賛され、彼ら自身も称賛して、教義を謎の中に混ぜ合わせることで、祭司たちの象徴的かつ神秘的な手法を模倣したのである。実際、ピュタゴラス派の戒律の多くは、いわゆる神聖文字と何ら異なるものではない。たとえば、「腰掛けの上で食すな」「枡の上に座るな」「ナツメヤシを植えるな」「家の中で刃物によって火を掻き回すな」といったものがそうである。 また、かの人々が一をアポロン、二をアルテミス、七をアテナ、最初の立方数をポセイドンと呼んだことも、神殿において安置され、また誓って言えば実行され、描かれている事柄に類するものであると私は考える。というのも、彼らは王であり主であるオシリスを目と王笏によって描き――一部の人々は、エジプト語で「オス」が「多き」、「イリ」が「目」を意味することから、その名をも「多くの目をもつ者」と解釈している――、天については永遠であるがゆえに不老であるとして、下に香炉が置かれた心臓と熱気によって描くのである。テーバイには手の欠けた裁判官たちの像が奉納されており、首席裁判官の像は目を閉じていたが、これは正義が賄賂を受け取らず、情実に動かされないことを表すためであった。また戦士たちには甲虫が印章の彫刻として与えられていた。甲虫には雌が存在せず、すべて雄であるからである。彼らは自ら球状に丸める物質の中に種子を産み落とすが、それは食物の場を整えるというよりはむしろ生殖の場を整えているのである。

§11

ὅταν οὖν ἃ μυθολογοῦσιν Αἰγύπτιοι περὶ τῶν θεῶν ἀκούσῃς, πλάνας καὶ διαμελισμοὺς καὶ πολλὰ τοιαῦτα παθήματα, δεῖ τῶν προειρημένων μνημονεύειν καὶ μηδὲν οἴεσθαι τούτων λέγεσθαι γεγονὸς οὕτω καὶ πεπραγμένον. οὐ γὰρ τὸν κύνα κυρίως Ἑρμῆν λέγουσιν, ἀλλὰ τοῦ ζῴου τὸ φυλακτικὸν καὶ τὸ ἄγρυπνον καὶ τὸ φιλόσοφον, γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἐχθρὸν ὁρίζοντος, ᾗ φησιν ὁ Πλάτων, τῷ λογιωτάτῳ τῶν θεῶν συνοικειοῦσιν. οὐδὲ τὸν ἥλιον ἐκ λωτοῦ νομίζουσι βρέφος ἀνίσχειν νεογνόν, ἀλλʼ οὕτως ἀνατολὴν ἡλίου γράφουσι, τὴν ἐξ ὑγρῶν ἡλίου γιγνομένην ἄναψιν αἰνιττόμενοι. καὶ γὰρ τὸν ὠμότατον Περσῶν βασιλέα καὶ φοβερώτατον Ὦχον ἀποκτείναντα πολλούς, τέλος δὲ καὶ τὸν Ἆπιν ἀποσφάξαντα καὶ καταδειπνήσαντα μετὰ τῶν φίλων, ἐκάλεσαν μάχαιραν, καὶ καλοῦσι μέχρι νῦν οὕτως ἐν τῷ καταλόγῳ τῶν βασιλέων, οὐ κυρίως δήπου τὴν οὐσίαν αὐτοῦ σημαίνοντες, ἀλλὰ τοῦ τρόπου τὴν σκληρότητα καὶ κακίαν ὀργάνῳ φονικῷ παρεικάζοντες. οὕτω δὴ τὰ περὶ θεῶν ἀκούσασα καὶ δεχομένη παρὰ τῶν ἐξηγουμένων τὸν μῦθον ὁσίως καὶ φιλοσόφως, καὶ δρῶσα μὲν ἀεὶ καὶ διαφυλάττουσα τῶν ἱερῶν τὰ νενομισμένα, τοῦ δʼ ἀληθῆ δόξαν ἔχειν περὶ θεῶν μηδὲν οἰομένη μᾶλλον αὐτοῖς μήτε θύσειν μήτε ποιήσειν κεχαρισμένον,2 οὐδὲν ἔλαττον ἀποφεύξῃ κακὸν ἀθεότητος δεισιδαιμονίαν.3

したがって、エジプト人が神々について神話として語る放浪や八つ裂き、その他多くのそうした受難を耳にするとき、上述の事柄を記憶にとどめ、それらの出来事が文字通りそのように起こり実行されたとは一切思ってはならない。なぜなら彼らは、犬を固有の意味でヘルメスと呼んでいるのではなく、プラトンが言うように、この動物の警戒心、覚醒性、そして知と無知によって友と敵を区別するという哲学的な性質を、神々の中で最も理知的な神と結びつけているのである。また、太陽が蓮から生まれたばかりの赤子として昇ると考えているのではなく、太陽の日の出をこのように描くことで、湿ったものから生じる太陽の点火を暗示しているのである。実に彼らは、多くの人々を殺害し、ついにはアピスをも屠殺して友人たちと共に食い尽くした、ペルシアの最も残忍で恐るべき王オコスを「小刀」と呼び、現在に至るまで王たちの目録においてそのように呼んでいるが、それは言うまでもなく彼の本質を文字通り示しているのではなく、その性向の過酷さと悪意を殺傷の道具になぞらえているのである。それゆえ、神々に関する物語を耳にし、神話を敬虔かつ哲学的に解釈する人々からそれを受け入れ、神聖な慣習として定められた事柄を常に実行し遵守する一方で、神々について真なる見解を持つこと以上に、彼らにとって喜ばしいいかなる犠牲をも捧げることも為すことも何もないと考えるならば、そなたは無神論に劣らぬ悪である迷信を免れるであろう。

構文注3 件
  1. 355aτὸν δʼ οὐρανὸν ὡς ἀγήρων διʼ ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας ὑποκειμένης

    対格 τὸν οὐρανόν は先行する動詞 γράφουσιν(描く)の目的語。続く句はテキスト校訂上の難所であるが、ここでは καρδίᾳ(心臓で)と絶対属格句 ἐσχάρας ὑποκειμένης(香炉が下に置かれた状態で)が並列し、θυμὸν[あるいは θυμιῶν]が立ち上る熱気や薫香を表す象徴的配置を描写している。

  2. 355dτοῦ δʼ ἀληθῆ δόξαν ἔχειν περὶ θεῶν μηδὲν οἰομένη μᾶλλον αὐτοῖς μήτε θύσειν μήτε ποιήσειν κεχαρισμένον

    冠詞付き不定詞の属格 τοῦ... ἔχειν は、比較級 μᾶλλον(より以上に)の比較の基準(比較の属格)として機能している。「神々について真なる思いを持つこと以上に、彼らに喜ばれる犠牲を捧げたり為したりするものは何もないと考え」という構造。

  3. 355dοὐδὲν ἔλαττον ἀποφεύξῃ κακὸν ἀθεότητος δεισιδαιμονίαν

    主動詞 ἀποφεύξῃ は2人称単数未来中道相(呼びかけ相手の女性クレア宛て)。直目的語は δεισιδαιμονίαν(迷信を)であり、κακὸν ἀθεότητος は同格・述語的に機能して「無神論に劣らぬ悪である(迷信)」を意味する。οὐδὲν ἔλαττον は副詞的対格で比較級構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:10-11