← プルタルコス

アレクサンドロスの運または徳について

§1.8-1.9

折衷の衣装とアレクサンドロスの哲学的言動

著者はアレクサンドロスがペルシアとマケドニアの衣装を折衷して用いたことを、被征服民の融和と統治を図る哲学的な配慮として弁護し、さらに幼少期や父を励ました際の言葉を引いて、その真の精神が哲学者に比肩する高貴なものであったことを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.8

πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον1 Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν. τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμειγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δʼ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν, τὸν δὲ περιπόρφυρον χιτῶνα δυσχεραίνειν, ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν, τούτοις δʼ ἐκπεπλῆχθαι, δίκην νηπίου παιδὸς φυλάττοντα τὴν περιβολήν, ἣν ἡ πάτριος αὐτῷ συνήθεια καθάπερ τίτθη περιέθηκε. ζῷα θηρεύοντες ἄνθρωποι δορὰς ἐλάφων περιτίθενται, καὶ πτερωτοῖς ἀμπέχονται χιτωνίσκοις ἄγραις ἐπιχειροῦντες ὀρνίθων, καὶ φυλάττονται ταύροις ὀφθῆναι φοινικίδας ἔχοντες, ἐλέφασι δὲ λευκοὺς χιτῶνας· ἐρεθίζεται γὰρ ὑπὸ τῶν χρωμάτων τὰ ζῷα τούτων καὶ διαθηριοῦται. εἰ δὲ βασιλεὺς μέγας ἔθνη δυσκάθεκτα καὶ μαχόμενα καθάπερ ζῷα τιθασεύων καὶ μειλισσόμενος ἐσθῆσιν οἰκείαις καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν;2 οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δʼ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος; καίτοι γʼ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ χλαμύδι χρώμενος διʼ ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον Ἀλεξάνδρῳ δʼ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν δορίκτητον ὑπερεῖδε, μεγάλων πραγμάτων καταβαλλόμενος ἀρχάς. οὐ γὰρ λῃστρικῶς τὴν Ἀσίαν καταδραμὼν οὐδʼ ὥσπερ ἅρπαγμα καὶ λάφυρον εὐτυχίας ἀνελπίστου σπαράξαι καὶ ἀνασύρασθαι διανοηθείς, καθάπερ ὕστερον μὲν Ἀννίβας Ἰταλίαν, πρότερον δὲ Τρῆρες Ἰωνίαν καὶ Σκύθαι Μηδίαν ἐπῆλθον· ἀλλʼ ἑνὸς ὑπήκοα λόγου τὰ ἐπὶ γῆς καὶ μιᾶς πολιτείας, ἕνα δῆμον ἀνθρώπους ἅπαντας ἀποφῆναι βουλόμενος, οὕτως ἑαυτὸν ἐσχημάτιζεν· εἰ δὲ μὴ ταχέως ὁ δεῦρο καταπέμψας τὴν Ἀλεξάνδρου ψυχὴν ἀνεκαλέσατο δαίμων, εἷς ἂν νόμος ἅπαντας ἀνθρώπους διῳκεῖτο καὶ πρὸς ἓν δίκαιον ὡς πρὸς κοινὸν ἐπέβλεπον φῶς. νῦν δὲ τῆς γῆς ἀνήλιον μέρος ἔμεινεν, ὅσον Ἀλέξανδρον οὐκ εἶδεν.

この秩序に目を向けつつ、アレクサンドロスはメディア風の衣服を受け入れたのではなく、メディア風のものよりはるかに質素であったペルシア風の衣服を受け入れたのである。すなわち、蛮族の装飾のうち常軌を逸した大袈裟なもの、たとえば頭巾や長衣やズボンなどを退け、エラトステネスが記録しているように、ペルシアとマケドニアの様式を混交したある種の衣服を身につけていた。それは、哲学者としてはどうでもよい事柄を意に介さず用いることであり、共通の指導者にして人間愛に富む王としては、衣服への配慮によって征服された者たちの好意を取り戻し、彼らがマケドニア人を敵として憎むことなく支配者として愛着を抱き、確固として留まるようにするためであった。なぜなら反対に、その地の布地そのままの外套を賞賛し、縁に紫を配した肌着を嫌うこと、あるいは逆に前者を軽蔑して後者に目を奪われ、あたかも乳母が着せてくれたかのような生国の習慣という装いを幼子のように固守することは、無分別でうぬぼれた精神にこそふさわしいからである。人間は獣を狩る際には鹿の皮を身にまとい、鳥の捕獲を試みる際には羽毛の付いた肌着を着込み、牡牛に対しては緋色の衣服を、象に対しては白い肌着を着て姿を見られるのを避ける。これら獣はそのような色彩によって刺激され、凶暴化するからである。それなのに、偉大な王が制御しがたく戦い好きな諸民族を、あたかも獣を馴らし宥めるかのように親しみのある衣服によって手懐け、見慣れた生活様式によって穏やかに鎮め、彼らの不興を解きほぐし、鬱屈を慰めたからといって、人々は彼を咎めるのであろうか。むしろ、ありふれた身なりの変化によってアジアの人心を掌握し、武力によっては肉体を制覇しながら、衣服によって魂を惹きつけたその知恵を賞賛しないのだろうか。実際、人々はソクラテスの徒アリスティッポスが、粗末な外套をまとおうとミレトス風の外套をまとおうと、どちらにおいても品位を保ったと賞賛している。それなのにアレクサンドロスに対しては、大事業の礎を据えつつ、父祖の衣服を飾りながらも武力で獲得した衣服をも見下さなかったことゆえに咎めるのである。というのも、彼はアジアを盗賊のように駆け抜けたり、思いがけない幸運の獲物や分捕り品として引き裂き奪い去ろうと考えたりしたのではなく――後にハンニバルがイタリアを、それ以前にトレレス族がイオニアを、スキタイ人がメディアを襲撃したようにではなく――むしろ地上の万物をひとつの言論とひとつの政制のもとに従属させ、すべての人間をひとつの民衆として提示しようと欲したからこそ、このようにみずからの身なりを整えたのである。もしアレクサンドロスの魂をこの地上へ送り下した神格が速やかに呼び戻さなかったならば、ひとつの法がすべての人間を治め、人々はひとつの正義を共通の光であるかのように仰ぎ見ていたであろう。しかし現実は、アレクサンドロスを見ることがなかった地域だけ、地上の暗闇の部分として取り残されたのである。

§1.9

οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα. δεύτερον δʼ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. Ἀντίγονος ὁ γέρων, σοφιστοῦ τινος αὐτῷ σύγγραμμα προσδιδόντος περὶ δικαιοσύνης, ἀβέλτερος εἶ, εἶπεν, ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης. Διονύσιος δʼ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δʼ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλλου μνημείοις ἐπιγέγραπται "ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα." τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δʼ ἀθεότητα, τῷ δʼ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δʼ Ἀλεξάνδρου φωνῶν ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται. μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν "αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε." καὶ ἄλλου ἀνδρός, ἐγὼ Διὸς μὲν υἱός. ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον. τῶν δʼ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι. ποδωκέστατος γὰρ τῶν ἐφʼ ἡλικίας νέων γενόμενος καὶ τῶν ἑταίρων αὐτὸν ἐπʼ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται· τῶν δʼ οὐ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν ᾗ νικήσει μὲν ἰδιώτας, νικηθήσεται δὲ βασιλεύς.3 τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος, ἀχθομένου δὲ τῇ χωλότητι, θάρρει, πάτερ, ἔφη, καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς. ταῦτʼ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλʼ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα;

それゆえ、第一にこの遠征の意図こそが、みずからのために贅沢や華美を整えるのではなく、すべての人間にお互いに対する和合と平和と共同の関係をもたらそうと企てた哲学者として彼を立証している。 第二に、彼の言葉にも目を向けてみよう。なぜなら他の王や支配者たちの性格も、その魂がとりわけ言葉によって表し出すからである。老アンティゴノスは、あるソフィストが彼に正義についての書物を差し出した際、「他国の都市を打ち叩いている私を見ながら、正義について語るとは、愚かなやつだ」と言った。僭主ディオニュシオスは、子供たちはさいころで、大人たちは誓言で騙すよう命じた。サルダナパロスの墓碑には、「我の得たるは、食らい、驕り誇りしもののみ」と刻まれている。これらの名言の、あるものは快楽愛を、あるものは不敬神を、あるものは不正と貪欲を明示していると誰が言わないだろうか。これに対して、アレクサンドロスの言葉から王冠やアモンや高貴な血統を取り去ってみるならば、それはあなたにとってソクラテスやプラトンやピュタゴラスのもののように思われるであろう。詩人たちが彼の肖像や彫像に刻み込んだ大言壮語――アレクサンドロスの節度ではなく権力に狙いを定めたもの――を考察すべきではない。 「青銅の像はゼウスを仰ぎ見つつ、こう語りかけるかのようだ。『大地は我が足元に置く。ゼウスよ、汝はオリュンポスを保て』」また別の詩人の言うところでは、「我はゼウスの子」これらは、私が言ったように、詩人たちが彼の幸運におもねって述べたものにすぎない。 アレクサンドロスの真の言葉のうちでは、まず少年の頃のものを挙げることができよう。彼は同世代の若者たちのなかで最も足が速かったため、仲間たちがオリンピア祭へ出場するよう勧めたところ、王たちが出場するのかと尋ねた。仲間たちが「否」と答えると、私人たちに勝つ一方で、王が負けることになる競技は不公平であると言った。 また、父ピリッポスがトリバッロイ人との戦いで槍によって腿を刺し貫かれ、危険は脱したものの足を引きずることを嘆いていたとき、彼は言った。 「父上、勇気を出して晴れやかに前へお進みください。一歩歩むごとに自らの徳を思い起こすことができるように」と。 これらは哲学的な精神であり、高貴なものへの熱狂によってすでに肉体の欠陥を克服し立ち上がっている精神の現れではないだろうか。みずからの傷を誇りとし、〔身体の〕各部位ごとに、民族、勝利、攻略された都市、降伏した王たちを思い起こしながら、傷痕を隠したり覆ったりせず、むしろ徳と武勇の刻み込まれた肖像のように身に帯びていた彼がどれほど誇らしげであったとあなたは思うだろうか。

構文注3 件
  1. 8πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον

    直前の第8節末尾で提示された「ひとつの生と秩序(εἷς δὲ βίος ᾖ καὶ κόσμος)」という世界秩序・宇宙秩序の理念を承けており、同時に直後の「衣服・装身具(κόσμος)」への言及と掛けた表現である。ここでは第一義として前段の普遍的共同体の理念・秩序を指す指示代名詞句として解するのが文脈上妥当である。

  2. 330bεἰ δὲ βασιλεὺς μέγας ἔθνη δυσκάθεκτα καὶ μαχόμενα καθάπερ ζῷα τιθασεύων καὶ μειλισσόμενος ἐσθῆσιν οἰκείαις καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν;

    条件文の形をとった修辞的疑問文である。猟師が獲物に応じて装いを変える具体例の直後に置かれ、「もし大王が猛獣のような諸民族を親しみのある衣装と習慣によって懐柔したのだとすれば、[人々は]彼を非難するというのか」という反語的・憤慨的な問いかけを構成している。主節動詞 ἐγκαλοῦσιν は不特定の「人々(世の批判者たち)」を主語とする三人称複数現在直説法である。

  3. 331bἐν ᾗ νικήσει μὲν ἰδιώτας, νικηθήσεται δὲ βασιλεύς

    関係節 ἐν ᾗ の内部で、主動詞の態が能動(νικήσει)から受動(νικηθήσεται)へ転換し、それに伴って意味上の主語・補語の構造が交差対比をなしている。前半ではアレクサンドロス(彼)が主語で「私人たち(ἰδιώτας)」が目的語(「彼が私人に勝つ」)、後半では「王(βασιλεύς)」が主語となって受動態で述語づけられており(「王が敗北を被ることになる」)、「私人相手の勝利は王としての敗北・格落ちである」という不条理を簡潔に表現している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.8-1.9