- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:85-90
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
妻に穀物挽きや料理を課さない慣行、五月に結婚を避ける理由、花嫁の髪を槍先で分ける習俗、観劇費用「ルーカル」の語源、クイリナリア祭が愚者の祭りと呼ばれる謂れ、およびヘラクレスの祭儀における神名不呼称と犬の立ち入り禁止の起源を考察する。
διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν; ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.1
なぜ昔は妻たちに穀物を挽くことも料理をすることも許さなかったのか。 サビニ人たちと結んだ条約を記憶にとどめていたからであろうか。というのも、ローマ人はサビニ人の娘たちを略奪したのち、戦って和睦した際、他の協定条項の中に「ローマ人の夫のために妻が穀物を挽くことも、料理をすることもないように」という条項も書き入れられたからである。
διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας; πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν; ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν "ἀλλʼ ἦ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται." οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.
なぜ五月に妻を娶らないのか。 四月と六月の中間にあり、そのうち前者をアフロディテ、後者をヘラという婚姻の神々に捧げられた神聖な月とみなして、少し前倒しにするか、あるいは待つからであろうか。 それとも、この月に最大の浄めの儀礼を行い、現在では橋から人形を川に投げ込み、昔は人間を投げ込んでいたからであろうか。それゆえ、ヘラに仕える神聖な身とみなされているフラミニカも、その間は入浴も身繕いもせず、沈鬱な面持ちで過ごすことが定められているのである。 あるいは、ラティウム人の多くがこの月に死者への慰霊祭を行うからであろうか。そしておそらくこの理由により、この月にヘルメスを崇拝し、この月はマイアにちなんで名付けられているのであろう。 それとも、一部の人々が言うように、五月は年長世代から、六月は若年世代から名付けられたからであろうか。若さは結婚により適しており、エウリピデスも言う通りである。 「されど老いはクプリスを去らしめ、 アフロディテも老人たちを厭う。」 それゆえ彼らは五月中には結婚せず、五月の直後に来る六月を待つのである。
διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν; ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν;2 ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου;3 ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.
なぜ花嫁たちの髪を小さな槍の先で分けるのか。 これは最初の花嫁たちが暴力と戦争によって娶られたことの象徴であろうか。それとも、武勇に優れ好戦的な夫たちと同居するにあたり、華美でなく、女性的でなく、飾り気のない装いを受け入れるよう学ぶためであろうか。それはリュクルゴスが、家々の扉や天井を鋸と斧だけで作り、他のいかなる道具も決して使わないよう命じることで、あらゆる無駄な凝り様や贅沢を追放したのと同様である。 あるいは、この行為は離縁を暗示し、婚姻はただ刃物によってのみ解消されるべきであることを示すのであろうか。 あるいは、婚礼に関する事柄の大部分はヘラに結びつけられていたからであろうか。槍はヘラの神聖な持ち物とみなされており、彼女の神像の大部分は槍によって支えられ、この女神はクイリティスと呼ばれている。昔の人々は槍を「クリス」と呼んでいたからであり、それゆえ軍神エニュアリオスもクイリヌスと名付けられたと言われている。
διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν; ἢ ὅτι πολλὰ ἔστιν ἄλση περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;
なぜ演劇の見世物のために支払われる費用をルーカルと呼ぶのか。 都市の周囲に神々に捧げられた多くの聖林があり、それを「ルークス」と呼び、これらからの収入を見世物に費やしていたからであろうか。
διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν; ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας φησί, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;4
なぜクイリナリア祭を愚者の祭りと呼ぶのか。 ユバが言うように、自分たちのクリアを知らない者たちにこの日を割り当てたからであろうか。それとも、多忙や旅や無知のためにフォルナカリア祭において他の人々のように区ごとに犠牲を捧げなかった者たちに、この日にその祭りをやり直すことが許されたからであろうか。
διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.
なぜヘラクレスに犠牲を捧げる際、他のいかなる神の名も呼ばず、またウァロが記録しているように、境内に犬の姿が見られないのか。 ヘラクレスを半神とみなしているため、他の神の名を呼ばないのであろうか。一部の人々が言うには、彼がいまだ人間たちの間にいた頃、エウアンドロスが彼に祭壇を築き、犠牲を捧げたという。また犬に対しては、あらゆる動物の中でヘラクレスが最も敵対した。というのも、ケルベロスのように犬は常に彼に多くの厄介をもたらし、とりわけリキュムニオスの息子オイオノスが犬のせいでヒッポコオーンの息子たちに殺害されたとき、戦いを交えることを余儀なくされ、他の多くの友や兄弟イピクレスを失ったからである。
- 85μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν
間接話法における不定詞句。γυναῖκα は不定詞 ἀλεῖν および μαγειρεύειν の対格主語。与格 ἀνδρὶ Ῥωμαίῳ は利益の与格(「ローマ人の夫のために」)または関係の与格(「ローマ人男性に対して」)として解される。
- 285cἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν
語順の交錯(倒置)。主動詞 μανθάνουσιν に続く分詞 συνοικοῦσαι(「同居するにあたり」)に与格句 ἀνδράσι ... μαχίμοις καὶ πολεμικοῖς が係る。不定詞 προσίεσθαι は μανθάνουσιν の補文であり、その目的語が ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ ... καλλωπισμόν である。
- 285cὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου
主観的理由・意図を表す ὡς を伴う属格独立構文。分詞 διακριθησομένου は未来受動分詞で、「婚姻がただ刃物によってのみ解消されるべきである/解消されることになるかのように」を意味する。
- 285dἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν
非人称受動構文 ἐδόθη + 不定詞 ἀπολαβεῖν(「〜することが許された/与えられた」)。意味上の主語は前行の与格句 τοῖς μὴ θύσασιν ... διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν であり、τῇ ἡμέρᾳ ταύτῃ は時の与格。
