- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:19#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレタフィラは娘を囮にして僭主の弟レアンドロスを操りニコクラテスを暗殺させるが、レアンドロスも新たな暴君となったため、リビア人の首領と結託して彼を捕縛させ、市民たちとともに僭主一族を処刑して祖国を解放したのち、自らは政治から退いて静かな余生を送った。
ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα καὶ τὴν ὄψιν ἱκανή· ταύτην ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν, χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου τὸν λογισμόν· ἐκαλεῖτο δὲ Λέανδρος. ἐπεὶ δʼ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν ἡ κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέπειθεν ἐλευθεροῦν τὴν πόλιν, ὡς μηδʼ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα,1 τὰ δʼ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δʼ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον, καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε διʼ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δʼ οὐκέτι τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλʼ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς·2 ἦρχε γὰρ ἐμπλήκτως καὶ ἀνοήτως. τιμὴ δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρʼ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολεμούσης ἄντικρυς ἀλλʼ ἀδήλως διαταττούσης τὰ πράγματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλεμον, Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδραμεῖν καὶ τῇ πόλει προσαγαγεῖν, ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λέανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους, εἰρήνης δὲ μᾶλλον δεομένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ καὶ τὴν τυραννίδα, βουλομένου βεβαίως κρατεῖν τῶν πολιτῶν αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λεάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη, συλλαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται. πεισθέντος δὲ τοῦ Λίβυος, ὤκνει μὲν ὁ Λέανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι φάσκουσαν, ἐξῆλθεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δʼ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε καὶ περιμένειν ἐβούλετο τοὺς δορυφόρους· ἡ δʼ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δʼ ἐκάκιζε· τέλος δὲ γενομένης διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα τῇ Ἀρεταφίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι ἐξέδραμον ἐπὶ τὴν παράκλησιν ὡς δʼ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγον ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου τιμωρίαν ἐνόμιζον· ἔργον δὲ πρῶτον ἦν αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ προσπίπτοντας. ἄλλων δʼ ἐπʼ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λέανδρον παραλαβόντες ἐπανῆλθον εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς τοὺς τυράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λέανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρίστοις ἀνδράσι τὴν πολιτείαν. ἡ δʼ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως, ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναικωνῖτιν ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν παραβαλλομένη,3 τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων διετέλεσεν.
彼女には年頃で容姿の優れた娘がいた。彼女はこの娘を、快楽に惑わされやすい若者であった僭主の弟への囮として差し向けた。アレタフィラはこの少女に加えて呪術や媚薬を用いて、若者の理性を屈服させ狂わせたという噂が広く伝わっている。この若者はレアンドロスという名であった。彼が罠にかかり、兄に懇願して結婚を許されると、一方では娘が母に教え込まれて彼を誘導し、彼自身も僭主政下で生きているかぎり自由ではなく、妻を娶ることも守ることも意のままにならないのだから、町を解放すべきだと説得した。他方では、アレタフィラに取り入ろうとする友人たちが、彼に対して兄への讒言と疑念を絶えず吹き込んだ。レアンドロスは、アレタフィラも同じことを企て熱心に動いているのを知ると、行動に着手し、下男のダプニスを唆して彼の手でニコクラテスを殺害させた。しかし、その後の彼はもはやアレタフィラに耳を貸さず、自分が僭主殺害者ではなく兄弟殺しの者にすぎないことを直ちに行動で示した。彼は気まぐれで愚劣な支配を行ったからである。それにもかかわらず、アレタフィラは彼のもとである種の敬意と影響力を保っていた。彼女が露骨に反目したり公然と敵対したりせず、知られぬように事態を指図していたからである。まず彼女は、アナブスという名の有力者を説得して領内を襲撃させ町に迫らせることで、レアンドロスに対してリビア人との戦争を密かに引き起こした。次いで友人たちや将軍たちについて、彼らが戦う意欲を持たず、むしろ平和と静穏を求めているとレアンドロスに讒言した。そして、市民たちを確実に支配することを望むならば、レアンドロス自身の立場も僭主政もその平和を欲しているのだと説き、もし彼が命じるなら、戦争が取り返しのつかない事態を引き起こす前に、自分が講和をまとめ、アナブスを彼との会談の席に着かせようと述べた。レアンドロスが命じると、彼女はまず自らそのリビア人と交渉し、莫大な贈り物と金銭を報酬として、僭主が彼との会談にやって来た際に捕縛するよう求めた。リビア人が承諾したものの、レアンドロスは躊躇した。しかし、アレタフィラ自身が同席すると明言したことに恥じ入って、丸腰かつ無防備で出立した。彼が近づいてアナブスを目にすると、再び不満を抱いて護衛の到着を待とうとした。だが同席していたアレタフィラは、一方では彼を励まし、他方ではその臆病を叱責した。そしてついに時が長引くと、彼女はきわめて大胆かつ毅然として彼の手を引き、その異民族のもとへと連れて行って引き渡した。レアンドロスはただちに連れ去られて捕縛され、リビア人たちによって縛られて監視下に置かれた。やがて友人たちがアレタフィラのための金銭を携え、他の市民たちとともに到着した。というのも、大半の市民はその知らせを聞いて呼びかけに応じて駆けつけていたからである。彼らはアレタフィラを目にすると、僭主に対する怒りを危うく忘れるほどであり、彼への処罰など付随的なことにすぎないと考えた。彼らにとって第一の仕事であり自由の歓喜であったのは、あたかも神の彫像にひれ伏すかのように、喜びと涙をもって彼女に挨拶することであった。次から次へと人々が押し寄せるなか、夕方になってようやく彼らはレアンドロスを引き取り、町へと帰還した。そしてアレタフィラへの栄誉と賞賛を尽くしたのち、ようやく僭主たちへと向き直り、カルビアを生きたまま火刑に処し、レアンドロスは革袋に縫い込んで海に沈めた。そして人々は、アレタフィラが最善の人物たちとともに統治に加わり、国政を共同で指導することを求めた。しかし彼女は、多幕からなる複雑な劇を冠の授与まで演じきったかのように、町が自由になったのを見るや、直ちに婦人室へと引きこもり、一切の公務への関与を投げ打って、残りの時間を機織りのもとで友人や身内たちとともに平穏に過ごし続けた。
- 256eὡς μηδʼ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα
主観的理由を表す ὡς に導かれた対格分詞構文。分詞 ζῶντα と ὄντα は αὐτόν(レアンドロス自身)に一致し、娘が彼を説得する際に提示した論拠(「彼自身も自由ではなく、妻を娶ることも守ることも自ら決定できない」)を表す。
- 256eἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς
動詞 ἔδειξε に従属する補語的分詞(完了分詞 γεγονώς)。「〜となったことを示した」の意。名詞 ἀδελφοκτόνος と τυραννοκτόνος は γεγονώς の述語補語として主格で置かれ、主語(レアンドロス)の性質を明示している。
- 257eτοῦ πολυπραγμονεῖν ὁτιοῦν παραβαλλομένη
παραβαλλομένη(中動態現在分詞)は属格不定詞 τοῦ πολυπραγμονεῖν ὁτιοῦν を伴い、「あらゆる公的関与・干渉を投げ打って/退けて」を意味する慣用的用法。ὁτιοῦν は不定詞の意味上の目的語(対格)。
