← プルタルコス

王と将軍たちの名言集

§80.1-80.9

パウルス・アエミリウスの言行とペルセウス撃破

パウルス・アエミリウスの第二次執政官就任、規律を回復した陣営での言動、ペルセウス撃破後の凱旋式や清貧さ、そして二人の息子の死に際して見せた高潔な態度が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§80.1

Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.1

パウルス・アエミリウスは二度目の執政官職を求めて落選した。しかし、将軍たちの未熟さと軟弱さのせいでペルセウスおよびマケドニア人との戦争が長引いたとき、人々が彼を執政官に任命すると、彼らに感謝はしていないと述べた。なぜなら、彼らの方が指導者を必要としているのであって、自分が役職を求めて将軍に選ばれたのではないからだというのである。

§80.2

ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν ἡμῖν (κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον), ἀγαθῇ τύχῃ, εἶπεν, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.

彼が市場から帰宅し、幼い娘のテルティアが涙を流しているのを見出して理由を尋ねると、「私たちのペルセウスが死んでしまったの」と彼女が答えた(そのように呼ばれている小犬がいたのである)。すると彼は言った。「良き運勢だ、娘よ、私はその吉兆を受け取ろう」。

§80.3

εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.

陣営において、勝手に指揮を執ったり指図したりする者たちの激しい厚かましさと無駄口を目にすると、彼は静粛を保ち、剣を研ぐことだけをするよう命じ、ほかのことは自分が引き受けると言った。

§80.4

τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.2

また、夜番の護衛には槍も剣も持たずに番をするよう命じた。敵を撃退する望みを絶つことで、いっそう眠気と戦うようにするためである。

§80.5

ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν εἴγε τὴν σήν, εἶπεν, ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.

山を越えてマケドニアへ侵入し、敵が陣形を整えているのを見て、ナシカが直ちに攻撃するよう促した際、彼は言った。「もし私がお前の年齢であったならそうしただろう。しかし、度重なる経験が、行軍の直後に陣形を整えたファランクスと戦うことを私に禁じているのだ」。

§80.6

νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.

ペルセウスを破って戦勝の祝宴を催した際、彼は、敵にとって最も恐るべき軍勢を整えることと、友人たちにとって最も心地よい宴席を供することは、同一の熟練に属すると語っていた。

§80.7

τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου τὸν θρίαμβον, ἐπὶ σοί, εἶπε, τοῦτʼ ἐστίν, ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.

ペルセウスが捕虜となり、凱旋式で引き回されることを免れようと懇願した際、彼は「それはお前次第だ」と言って、彼に自決する裁量を与えた。

§80.8

χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.

莫大な財宝が見出されたが、彼自身は何も取らず、娘婿のトゥベロに五リーブラの重さの銀の杯を褒賞として与えた。そしてこれがアエリウス一族の家に最初に入った銀の家宝であると言われている。

§80.9

τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι· δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.3

彼には四人の男子が生まれたが、二人は以前に養子として他家に譲っていた。家に残っていた二人のうち、一人は凱旋式の五日前に十四歳で亡くなり、もう一人は凱旋式の五日後に十二歳で亡くなった。彼が公の場に姿を現し、民衆が彼とともに心を痛め哀悼の意を表した際、彼は、いまや祖国については恐れも危険もなくなった、なぜなら運命の女神が幸運への嫉視を自分の家にぶつけ、彼自身が全員の身代わりとして引き受けたからだ、と述べた。

構文注3 件
  1. 1οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός

    間接話法の不定詞構文において、主節の主語(パウルス)と一致するため、主語および補語(αὐτός, στρατηγός)と分詞(δεόμενος)が主格をとっている。また ὡς ἐκείνων ἄρχοντος は、δεομένων を補って解釈する絶対属格構文であり、主観的理由を表す ὡς が付加されている。

  2. 198aὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον

    接続詞 ὅπως に未来直説法 διαμαχοῦνται が導かれ目的節を形成している。分詞句 ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες(完了能動分詞で「敵を防ぐ望みを絶ち」)が副詞 μᾶλλον と結合し、手段・理由の前置きとして主動詞に係っている。

  3. 198dὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται

    時間・理由を表す接続詞 ὁπότε の節の内部に、絶対属格句 τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης(「運命が幸運に対する応報をわが家へぶつけたので」)が挿入され、節全体の主語 αὐτός と動詞 ἀναδέδεκται(「引き受けた」)が受けている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:80.1-80.9