← プルタルコス

王と将軍たちの名言集

§72.1-72.6

テーバイの将軍ペロピダスの機智と不屈の言行

テーバイの将軍ペロピダスの機知に富んだ言行録であり、富への無頓着、将軍の義務、戦場での冷静さ、そして敵の僭主アレクサンドロスに囚われた際の不屈の気概が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§72.1

Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδου, τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, ἀναγκαῖα τὰ χρήματα νὴ Δία, εἶπε, τούτῳ Νικοδήμῳ, δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.

エパメイノンダスの同僚将軍ペロピダスは、友人たちが彼は不可欠な事柄、すなわち蓄財を怠っていると言うと、足の不自由で不具の男を指さしながら、 「ゼウスにかけて、金は不可欠だとも、 この ニコデモスにとってはな」と言った。

§72.2

τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.1

妻が彼が出征する際に自らの身を守るよう請うと、そのようなことは他の者たちに勧めるべきであり、支配者や将軍には市民たちを守るよう勧めるべきだ、と彼は言った。

§72.3

εἰπόντος δέ τινος τῶν στρατιωτῶν, ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

兵士の一人が、「敵の中に落ち込んでしまいました」と言うと、「敵が我々の中に落ち込んだのではないと、なぜ言えるのか」と彼は言った。

§72.4

ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, σπεύδεις ἀποθανεῖν; πάνυ μὲν οὖν, εἶπεν, ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.

ペライの僭主アレクサンドロスに信義を破られて捕らえられ投獄された際、彼を罵倒していたところ、アレクサンドロスが、「死を急いでいるのか」と言うと、「まったくその通りだ」と彼は言った、「テーバイ人たちがより一層激怒し、お前がより早く罰を受けるようにな」。

§72.5

Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.

僭主の妻テーベーがペロピダスのところに来て、縛られながらなぜこれほど快活でいられるのか不思議でならないと言うと、彼自身は、縛られてもいないのにアレクサンドロスに耐えている彼女の方こそ不思議に思う、と言った。

§72.6

Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.2

エパメイノンダスが彼を救出した際、彼はアレクサンドロスに感謝していると言った。戦争に対してだけでなく死に対しても自身が勇敢でいられることを、今まさに試すことができたからだというのである。

構文注2 件
  1. 194dἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας

    後半の節 ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας では前半から δεῖν παραινεῖν が補われるか、あるいは δεῖν のみが引き継がれて与格支配の非人称構文(ἄρχοντι... δεῖν σῴζειν)として機能している。いずれの解釈でも意味の核は「支配者や将軍には市民を守ることを義務とする(勧める)」点で一致する。

  2. 194eπεπειρᾶσθαι γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος

    完了不定詞 πεπειρᾶσθαι(動詞 πειράομαι)は属格 ἑαυτοῦ を目的語に取り、これに分詞句 εὐθαρσῶς ἔχοντος が属格で一致して述語的に係っている。「自分が〜な状態にあることを試した/確かめた」という意味を表す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:72.1-72.6