- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:27.17-27.34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスの部下や友人たちへの接し方、捕虜や敵将への処遇、その寛大さと王としての矜持、そして死に至るまでの言行が語られる。
ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ἔξωθεν, εἶπεν, Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος. ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.
ある者たちがアンティパトロスの質素さを、贅沢を好まず厳格に暮らしているとして称賛したとき、「表向きは」と彼は言った。 「アンティパトロスは白い縁取りのある衣を着ているが、内面は全身紫の衣を纏っている」冬の寒さの中、友人の一人が彼をもてなした際、小さな炉とわずかな火を運び入れたところ、薪か乳香のいずれかを運び入れるよう命じた。
Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν· ἐκείνου δὲ ὁμολογήσαντος, ὦ μιαρέ, εἶπεν,- οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα; πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετʼ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς, ἀλλʼ οὐδʼ ἐρασθῆναί τινος ἔξεστι διʼ ὑμᾶς.
アンティパトリデスが宴席に美しいリュート弾きの女性を連れてきたとき、アレクサンドロスはその姿に心を動かされ、彼女を愛しているのではないかとアンティパトリデスに尋ねた。彼がそうだと認めたため、「不届き者め」と言った。 「直ちにその女を宴席から連れ出さないか」また、カッサンドロスが笛吹きエウイオスの愛童であるピュトンに無理やり接吻しようとしたとき、エウイオスが憤慨しているのを見て、怒ってカッサンドロスに向かって飛びかかり、叫んだ。 「お前たちのせいで、誰かを愛することさえ許されないというのか!」
ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν, οὐκοῦν, ἔφη, ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.
彼がマケドニア兵のうち病弱な者や不具の者を海岸へ送り出そうとしていたとき、病気ではないのに病人の名簿に自分を登録した者が告発された。その者が面前に引き出されて尋問を受け、海岸へ去ろうとしているテレシッパへの恋ゆえに口実を作ったと告白すると、アレクサンドロスは尋ねた。 「テレシッパのことは誰と交渉すべきなのか」そして彼女が自由人であると知ると、「ではアンティゲネスよ」と言った。 「テレシッパを説得して、我々のもとに留まるようにさせよう。自由人である者を力づくで従わせることは、我々の流儀ではないからな」
τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θετταλοὺς ὅτι γῆν ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται. τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.
敵方で傭兵を務めていたギリシア人たちが捕らえられたとき、アテナイ人たちに対しては、公費で養われながら傭兵稼業をしているとして足枷をはめて監視するよう命じ、テッサリア人たちに対しては、最良の土地を所有していながら耕作していないとして同様にした。しかしテーバイ人たちは釈放し、こう言った。 「我々のせいで町も土地も残されていないのは、ただ彼らだけだからだ」インド人の中で弓の名手と目され、指輪の輪を通して矢を射通すと言われていた者を捕虜にしたとき、その技を披露するよう命じたが、彼が望まなかったため、怒って処刑するよう命じた。しかしその男が連行される際、引率の者たちに向かって、何日も稽古をしていないので失敗することを恐れたのだと話していたのを耳にすると、アレクサンドロスは驚嘆し、名声を損なう姿を見せるよりむしろ死を甘受しようとしたという理由で、贈り物を添えて彼を放免した。
ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
インドの王の一人であるタクシレスが迎え出て、アレクサンドロスに戦い交戦するのではなく、もし自分が劣っているなら善意を受け、もし優れているなら善行を施すようにと呼びかけたとき、善を施すことでどちらが勝者となるか、まさにそのことについて戦わねばならないと答えた。
περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι νῦν, ἔφη, τὸ χωρίον εὐάλωτόν ἐστιν.
インドにあるアオルノスと呼ばれる岩塞について、その地は攻略困難だがそれを保持する者が臆病であると聞き、「今や」と彼は言った。
ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ. μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ, εἶπε, τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους. τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας1 ἐζημίωσε.
「その地は容易に落とせる」また、別の者が難攻不落と目されていた岩塞を保持していたが、岩塞とともに自らをアレクサンドロスに委ねたとき、彼はその兵力の指揮権を与え、さらに領土を加増して言った。 「この男は賢明であると私には思われる。険固な土地よりもむしろ立派な男に自らを託したのだから」岩塞の攻略後、友人たちが彼の業績はヘラクレスをも凌駕したと言ったとき、「いや、私は」と彼は言った。 「帝国を伴った私の諸々の業績でさえ、ヘラクレスの一言にも値するとは思わない」友人たちの何人かが賽投げにおいて遊びとして興じていないことに気づくと、彼らに罰を科した。
τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ, ἔφη, φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος.
第一級の最も有力な友人たちのうち、クラテロスを何よりも重んじ、ヘパイスティオンを最も愛していると見なされていた。 「クラテロスは」と彼は言った。 「王を愛する者であり、ヘパイスティオンはアレクサンドロスを愛する者だからだ」
Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ, ἔφη, μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.
哲学者クセノクラテスに五十タラントンを送ったが、必要ないと言って受け取らなかったため、クセノクラテスには友さえ一人もいないのかと尋ねた。 「私にとってさえ」と彼は言った。 「ダレイオスの富でさえ友人たちのためにかろうじて足りたほどなのだから」
ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ τὴν μάχην, πῶς σοι χρήσωμαι; βασιλικῶς, εἶπε, καὶ προσερωτηθείς, καὶ μή τι ἄλλο; πάντα, εἶπεν, ἐν τῷ ʼ βασιλικῶς ʼ ἔνεστι θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε,2 πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι, βασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.3
戦闘ののち、ポロスが彼から「お前をどのように処遇すべきか」と問われて、「王にふさわしく」と答え、さらに「何か他にないのか」と問われると、「すべては『王にふさわしく』の中に含まれている」と答えたため、彼の思慮深さと勇武の両方に感嘆し、彼が以前持っていた以上の領土を加増した。ある者から悪口を言われていると知らされたとき、「善をなしながら悪評を被ることこそ、王たる者にふさわしい」と言った。
ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη, μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.
死の床で同志たちを見つめながら言った。
τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.
「私の葬礼競技は盛大なものになると予見している」彼が死去したとき、弁論家デマデスは、「無統制のせいで、マケドニア軍の陣営は盲目にされたキュクロプスに似た姿に見える」と言った。
- 181dἐν τῷ κυβεύειν οὐ παίζοντας
οὐ παίζοντας は「ふざけず真剣に/欲得ずくで(賭博として)打っている」あるいは「公正に遊んでいない(不正をしている)」の意。単なる気晴らし(παιδιά)の域を越えて金銭への執着や不正な熱中を示した友人たちを戒めて罰した(ἐζημίωσε)と解される。
- 181eπλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε
関係代名詞 ἧς は、先行詞(省略された指示代名詞 ταύτης)の属格(比較の属格)に牽引(attraction)された形。本来の構文は προσέθηκε πλείονα χώραν ταύτης ἣν πρότερον εἶχε(「彼が以前有していた土地よりも多くの土地を加増した」)である。
- 181eβασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν
分詞 εὖ ποιοῦντα は対格不定詞構文における意味上の主語(不特定の人物、ここでは王)を表す対格。κακῶς ἀκούειν は受動的慣用句で「悪く言われる、悪評を被る」の意。全体で「善をなしながら悪評を被ることが王にふさわしい」という対句構造をなす。
