- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:1.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はトラヤヌス帝に対し、ペルシア王やリュクルゴスの故事を引きつつ、大作の伝記に対して簡潔に人物の本質を映し出す言行録の有用性を説いて本書を献呈している。
Ἀρταξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ Καῖσαρ Τραϊανέ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν1 εὐμενῶς καὶ προθύμως, ἐπεί, παρελαύνοντος αὐτοῦ καθʼ ὁδὸν, αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας. ὁ δὲ Λυκοῦργος εὐτελεστάτας ἐποίησεν ἐν Σπάρτῃ τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων. τοιαύτῃ δή τινι γνώμῃ κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς προσφέροντος ἀπὸ φιλοσοφίας, ἅμα τῇ προθυμίᾳ καὶ τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ πρόσφορον ἔχει τι πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων ἡγεμονικῶν, ἐμφαινομένων2 τοῖς λόγοις μᾶλλον ἢ ταῖς πράξεσιν αὐτῶν. καίτοι καὶ βίους ἔχει τὸ σύνταγμα τῶν ἐπιφανεστάτων παρά τε Ῥωμαίοις καὶ παρʼ Ἕλλησιν ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων ἀλλὰ τῶν μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ δὲ γιγνόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας ἀποφάσεις καὶ ἀναφωνήσεις, ὥσπερ ἐν κατόπτροις καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν. ᾗ καὶ Σειράμνης ὁ Πέρσης πρὸς τοὺς θαυμάζοντας ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων αἱ πράξεις οὐ κατορθοῦνται, τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως. ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοΐαν περιμένουσιν ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθʼ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.3
偉大なる皇帝カエサル・トラヤヌスよ、ペルシア王アルタクセルクセスは、大きなものを与えることに劣らず、小さなものを好意をもって熱心に受け取ることも王らしく人間愛に富むと考え、街道を進軍していたとき、ある貧しい自作農が他に何も持たず、川から両手で水を汲んで差し出したのを喜んで受け取り、微笑みました。彼は与えられたものの有用性ではなく、与える者の熱意によってその好意を測ったのです。 またリュクルゴスはスパルタにおいて、手近にあるものから神々をいつでもたやすく容易に敬うことができるよう、供儀をきわめて安価なものに定めました。私もまた同様の趣旨から、哲学に由来する簡素な贈り物、もてなしの品、共有の初穂をあなたに捧げるにあたり、もし統治者たちの言論においてその行為においてよりもよく現れる性格や志向を把握するのに役立つものがあるならば、その熱意とともに、この言行録の有用性をも受け取っていただければ幸いです。もっとも、その著作はローマ人やギリシア人の中で最も著名な指導者や立法者や皇帝たちの生涯をも含んでいますが、行為の多くには運命が混ざり合っているのに対し、出来事や苦難や運命に際して発せられた言明や言葉は、あたかも鏡に映すかのように、各人の思慮を純粋に観察させてくれます。それゆえにこそ、ペルシア人セイラムネスも、自分の言葉には道理が通っているのに行為が成功しないのをいぶかる人々に対して、言葉の主人は自分自身であるが、行為の主人は王とともに運命であると答えたのです。 したがってあちらでは、人々の言明が寄り添う行為を伴っており、暇のある傾聴を待っているのに対し、こちらでは、生涯の標本や種子のようにそれ自体として集められた言葉そのものが、記憶に値する多くの人々についての観察を短い言葉の中で得られるあなたにとって、その時間を少しも煩わせることはないであろうと私は思います。
- 172bοὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν
比較構文。οὐχ ἧττον に対して比較の基準を表す属格不定詞 τοῦ μεγάλα διδόναι(大いなるものを与えること)が置かれ、不定詞句 τὸ μικρὰ λαμβάνειν εὐμενῶς καὶ προθύμως が不定法 εἶναι の主語、βασιλικὸν καὶ φιλάνθρωπον が述語となる。
- 172cἐμφαινομένων
属格分詞 ἐμφαινομένων は先行する中性名詞 ἠθῶν と女性名詞 προαιρέσεων に一致して修飾している。独立属格ではなく、限定的用法である。
- 172eοὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι
主文の動詞 οἴομαι に対する対格不定詞構文。不定詞 ἐνοχλήσειν の意味上の主語は前置された対格句 τοὺς λόγους αὐτοὺς ... συνειλεγμένους、目的語は τὸν καιρόν であり、与格 σοι に呼応して分詞 λαμβάνοντι が一致している。οὐδέν は副詞的に「少しも〜ない」と否定を強調する。
