← プルタルコス

七賢人の饗宴

§7

七賢人による理想の君主の条件とアイソポスの機知

キロンの指名によりソロンから順に七賢人たちが優れた君主・統治者の条件を一行ずつ提示するが、それを聞いたペリアンドロスが統治の難しさに顔を曇らせ、アイソポスとソロンの間で神託と民主制をめぐる機知に富んだ応酬が交わされる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν,1 οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲ πολλὰ γʼ εἶπεν ὦ Διόκλεις πιστεύεται ψευδῶς, καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως, οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ μετακινητοὺς εἶναι. Καὶ ἐγὼ γελοῖος ἔφην ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων ἐμοὶ μὲν ἔφη δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας κατασκευάσειε τοῖς πολίταις. Δεύτερος δʼ ὁ Βίας εἶπεν εἰ, ἀτρόποις χρῷτο τοῖς νόμοις τῆς πατρίδος.2 ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσις εἰ μὴ μόνος εἴη φρόνιμος Πέμπτος δὲ Κλεόβουλος εἰ μηδενὶ πιστεύοι τῶν συνόντων ἕκτος δʼ ὁ Πιττακὸς εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ. Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον ἐγὼ τοίνυν ἔφη προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς ἔδει τοίνυν ἔφη τοῦτο καθʼ ἑαυτοὺς περαίνειν3 καὶ μή, συμβούλους φάσκοντας εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντων ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων4 ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν; τίς δʼ ἂν ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν "εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;" Καὶ ὁ Σόλων ἀλλὰ μήν ἔφη καὶ νῦν ἑνὸς Ἀθηναῖοι κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων σὺ γάρ ἔφη ὁ Αἴσωπος οὔπω γέγραφας ὅτι ὅμοιον οἰκέτας μὴ μεθύειν, ὡς ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν. γελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς ἀλλʼ ὅμοιον ἔφη τῷ ξηραλοιφεῖν τὸ λαλεῖν ἐν οἴνῳ βρεχόμενον· ἥδιστον γάρ ἐστι. Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ Πάλιν δʼ ὁ Αἴσωπος καὶ μήν ἔφη Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει

そこでキロンが、ソロンこそ年齢においても皆に勝り、また第一の席に横たわっているだけでなく、アテナイ人に法を与えて最大にして最も完璧な支配を布いたのだから、話を切り出すのが当然であると述べると、ネイロクセノスは私に静かに言った。 「ディオクレス殿、誤って信じられていることは実に多いものです。世の多くの人々は賢人たちについての不都合な話を自分たちでもでっち上げ、他人から聞いても容易に信じ込んで喜ぶのです。たとえばエジプトの我々のもとにキロンについて届いた報告もその類いで、ソロンが法律は変更されるべきではないと主張したために、ソロンとの友好と歓待の関係を解消してしまったというのです」そこで私は言った。 「おかしな話です。その理屈でいけば、法律ごとラケダイモン人の国制全体を変革したリュクルゴスをまず退けねばならなくなります」するとソロンは少し間を置いて言った。 「私の考えでは、もし君主や僭主が市民たちに君主制から民主制を打ち立てて与えるならば、もっとも名誉ある者となるでしょう」二番目にビアスが言った。 「もし彼が祖国の法を不変のものとして用いるならば」これに続いてタレスは、支配者の幸福とは天寿を全うして老いて死ぬことにあると見なす、と述べた。四番目のアナカルシスは、「もし自分だけが思慮分別のある者でないならば」五番目のクレオブロスは、「側近の誰をも信用しないならば」六番目のピッタコスは、「もし支配者が臣民をして、自分を恐れるのではなく、自分のために恐れるようにさせるならば」彼の後にキロンは、支配者は死すべきものを何一つ思わず、すべて不死なるものを思うべきである、と述べた。これらが語られると、我々はペリアンドロス自身にも何か意見を述べるよう求めた。しかし彼はあまり晴れやかな顔をせず、顔を曇らせて言った。 「それでは私としては、今述べられた意見はすべて、思慮ある者を統治からほぼ完全に遠ざけてしまうものだと付け加えて表明しよう」するとアイソポスが詰問するかのように言った。 「それなら、そのことは内々で決着をつけるべきでした。助言者であり友人であると公言しながら、支配者の告発者となるべきではありませんでした」そこでソロンは彼の頭に触れ、微笑んで言った。 「支配しないことの方が支配することよりも優れていると説得する者は、支配者をより節度ある者にし、僭主をより寛大にするとは思えないかね」 「しかし」とアイソポスは言った。「あなたに与えられた神託、すなわち 『一人の布告者に聴き従う小都市は幸福なり』 と告げた神よりも、いったい誰があなたに説得されるというのでしょう」するとソロンは言った。 「いやはや、民主制を布いていながらも、今なおアテナイ人は一人の布告者、すなわち支配者たる法に聴き従っているのだ。だが君はカラスやカササギの声を理解することには長けているが、神の声を正確に聞き取ることはできていない。神に従って一人の者に従う都市が最善の生活を送ると君は思いながらも、饗宴の徳とは皆が万事について語り合うことだと考えているのだから」「何しろあなたは」とアイソポスは言った。「アテナイにおいて奴隷が情痴にふけることや体に油を塗ることを禁じたように、奴隷が酒に酔ってはならないとまだ同様に定めておられないのですからね」ソロンが笑うと、医師クレオドロスが言った。 「しかし酒に浸って饒舌になることは、体に油を塗ることに似ています。この上なく快いものですから」そしてキロンが引き取って言った。 「まさにそれゆえにこそ、いっそうそれを慎まねばならぬのだ」再びアイソポスが言った。 「だが実に、タレスは最も速く老いるものについて語ったように思われましたが」

構文注4 件
  1. 7Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν

    人称構文(いわゆる形容詞の個人構文)。非人称の「δίκαιόν ἐστι τὸν Σόλωνα κατάρχεσθαι(ソロンが話を始めるのが当然である)」に相当するが、意味上の主語である Σόλων が主格主語となり、δίκαιος が主語に一致して不定詞 κατάρχεσθαι を従えている。

  2. 152aἀτρόποις χρῷτο τοῖς νόμοις τῆς πατρίδος

    直前のソロンの発言(δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ...)に続く条件節(εἰ + 希求法)のみが独立して並列された構文。ビアス、アナカルシス、クレオブロス、ピッタコスらが順次「εἰ...」の形で統治者の最善・幸福の条件を補足している。

  3. 152bἔδει τοίνυν τοῦτο καθʼ ἑαυτοὺς περαίνειν

    反実仮想を表す直説法過去(ἔδει)。「(実際にはそうしなかったが)君たち自身のあいだで内々にこれを処理・決着しておくべきであった」の意。過去の義務・当為の不履行を表す慣用的な表現。

  4. 152cοὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων

    潜在・推量の ἄν を伴う間接疑問文(οὐκ ἂν δοκεῖ...)。主動詞 δοκεῖ に対し、主語は実質化された分詞 ὁ πείθων(「説得する者」)であり、不定詞 ποιεῖν は 二重対格(ἄρχοντα と μετριώτερον, τύραννον と ἐπιεικέστερον)を取る。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:7