- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:3#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
客たちがペリアンドロスの邸宅に到着すると、アナカルシスを世話する才女クレオブリーナ(エウメティス)の美徳が称賛され、続いて席順に憤慨して退席しようとする使節アレクシデモスをタレスが諫める。
ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν· ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπʼ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, ἀλλʼ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδʼ ὑπερορᾶν τοῦ Περιάνδρου τῆς φιλοτιμίας. τῶν δʼ ἄλλων τὸν ἀλειψάμενον ἢ λουσάμενον οἱ θεράποντες εἰσῆγον εἰς τὸν ἀνδρῶνα διὰ τῆς στοᾶς. ὁ δʼ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τὴν κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην ὁ Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσας οὕτως ἔφη ποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς ᾖ τὴν ὄψιν ἡμῖν μηδʼ ἄγριος. ἐμοῦ δʼ ἐρομένου περὶ τῆς παιδὸς ἥτις εἴη, τὴν σοφήν ἔφη καὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην ὁ πατὴρ αὐτός, οἱ δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην. Καὶ ὁ Νειλόξενος εἶπεν ἦ που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίαν ἔφη τῆς κόρης ἐπαινεῖς· καὶ γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπʼ αὐτῆς διῖκται. οὐκ ἔγωγʼ εἶπεν ὁ Θαλῆς· τούτοις γὰρ ὥσπερ ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας.1 ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον.2 εἶεν ὁ Νειλόξενος ἔφη, καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς· Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως; ὅτι ἔφη σώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, ᾧ χρῶνται Σκύθαι περὶ τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα καὶ φιλοφρονεῖσθαι, μανθάνουσάν τι καὶ προσδιαλεγομένην. ἤδη δὲ πλησίον οὖσιν ἡμῖν τοῦ ἀνδρῶνος ἀπήντησεν Ἀλεξίδημος ὁ Μιλήσιος (ἦν δὲ Θρασυβούλου τοῦ τυράννου νόθος) καὶ ἐξῄει τεταραγμένος καὶ σὺν ὀργῇ τινι πρὸς αὑτὸν οὐδὲν ἡμῖν γε σαφὲς διαλεγόμενος. ὡς δὲ τὸν Θαλῆν εἶδε, μικρὸν ἀνενεγκὼν καὶ καταστὰς οἵαν ὕβριν εἶπεν εἰς ἡμᾶς Περίανδρος ὕβρικεν, ἐκπλεῦσαι μὲν οὐκ ἐάσας ὡρμημένον ἀλλὰ προσμεῖναι δεηθεὶς τῷ δείπνῳ, ἐλθόντι δὲ νέμων κλισίαν ἄτιμον, Αἰολεῖς δὲ καὶ νησιώτας (καὶ τίνας γὰρ οὐχί;) Θρασυβούλου προτιμῶν· Θρασύβουλον γὰρ ἐν ἐμοὶ τὸν πέμψαντα προπηλακίσαι βουλόμενος καὶ καταβαλεῖν ὡς δὴ περιορῶν δῆλός ἐστιν. εἶτʼ ἔφη σὺ δέδιας μὴ καθάπερ Αἰγύπτιοι τοὺς ἀστέρας ὑψώματα καὶ ταπεινώματα λαμβάνοντας ἐν τοῖς τόποις οὓς διεξίασι γίγνεσθαι βελτίονας ἢ χείρονας ἑαυτῶν λέγουσιν,3 οὕτω περὶ σὲ διὰ τὸν τόπον ἀμαύρωσις ἢ ταπείνωσις γένηται;
道すがらこのような話をしているうちに、私たちは邸宅に到着した。タレスは、私たちがすでに油を塗っていたので入浴を望まなかった。彼は巡り歩いて競走場や闘技場、美しく整えられた海沿いの木立を眺めたが、この種のものに驚嘆したからではなく、ペリアンドロスの名誉欲を侮蔑したり見下したりしているように見えないようにするためであった。他の者たちについては、油を塗ったり入浴したりした者を召使たちが柱廊を経て広間へと案内していた。アナカルシスは柱廊に座っており、一人の少女が彼の前に立って手で彼の髪を分けて整えていた。彼女が極めて親しげに駆け寄ってくると、タレスは口づけをし、笑いながら言った。「そうやってこの異邦人を美しく整えておくれ。彼が極めて温和な人でありながら、私たちにとって恐ろしく野蛮な容貌に見えないようにな」。私がその少女が誰であるかを尋ねると、彼は言った。「賢明で名高いエウメティスを知らないのかね。父親自身は彼女をそう呼んでいるが、世の多くの人々は父の名にちなんでクレオブリーナと呼んでいるのだ」。するとネイロクセノスが言った。「きっと君はその娘の謎解きの腕前と知恵を褒めているのだろう。彼女が出題した謎のいくつかはエジプトにまで届いているからね」。「いや、私はそうではない」とタレスは言った。「彼女は気まぐれに、まるでサイコロ遊びのように謎を用いて、出会った人々と戯れ競い合っているだけだ。それどころか、彼女には素晴らしい見識と為政者としての分別、そして人間味あふれる品性があり、父親を市民たちにとってより穏やかで民衆的な支配者たらしめているのだ」。「なるほど」とネイロクセノスは言った。「彼女の質素で素朴な姿を見てもそれは納得できる。しかし、なぜアナカルシスの世話をこれほど親身になって焼いているのかね」。「なぜなら」と彼は言った。「彼は思慮深く博識な男であり、スキタイ人が病人に対して用いる養生法と清めの法を、彼女に惜しみなく快く伝授したからだ。今も彼女は彼に何かを学び、言葉を交わしながら、この男を親切にもてなし歓待しているのだと思う」。私たちがすでに広間に近づいたとき、ミレトスの人アレクシデモス(彼は僭主トラシュブロスの庶子であった)に出くわした。彼は取り乱し、何やら怒りを滾らせて一人言をつぶやき、私たちには要領を得ない言葉を漏らしながら立ち去ろうとしていた。しかしタレスの姿を見ると、少し息を整えて落ち着きを取り戻し、こう言った。「ペリアンドロスが私たちに何という無礼を働いたことか。出航しようとしていた私を引き留め、会食に残るよう請うておきながら、いざやって来れば屈辱的な席をあてがい、アイオリス人や島嶼の者たちを(いや、彼が優先しなかった者がいるだろうか)トラシュブロスより重んじたのだ。私を遣わしたトラシュブロスを、私の身を通じて侮辱し貶めようと、これみよがしに見下しているのは明らかだ」。「それなら」とタレスは言った。「君は、エジプト人たちが、星々は通過する場所において高揚や低落を受け、自らの本性よりも良くも悪くもなると言うように、君についても座席の場所のせいで曇りが生じたり身が落ちたりすると恐れているのかね」。
- 148dδιαβάλλεται πρὸς τοὺς ἐντυχόντας
διαβάλλεται は直前の ὥσπερ ἀστραγάλοις(サイコロ・距骨のように)の比喩を受け、「対戦する」「戯れに競い合う」の意で用いられている。通常の「中傷する」「対立させる」の意味ではなく、中動態として「出会う者たち(τοὺς ἐντυχόντας)を相手に勝負の手を交わす」という遊戯的文脈での用法である。
- 148dτὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον
παρέχει は二重対格構文をとり、目的語 τὸν πατέρα に対し ἄρχοντα πραότερον καὶ δημοτικώτερον(より穏やかで民衆的な支配者)が述語的対格として機能している。与格 τοῖς πολίταις は「市民たちにとって/市民たちに対して」という利害の与格(または関係の与格)である。
- 149aκαθάπερ Αἰγύπτιοι τοὺς ἀστέρας ὑψώματα καὶ ταπεινώματα λαμβάνοντας ἐν τοῖς τόποις οὓς διεξίασι γίγνεσθαι βελτίονας ἢ χείρονας ἑαυτῶν λέγουσιν
従属節内の構文は λέγουσιν が対格不定詞構文(τοὺς ἀστέρας ... γίγνεσθαι)を支配している。現在分詞 λαμβάνοντας は τοὺς ἀστέρας に一致し、占星術の術語である ὑψώματα καὶ ταπεινώματα(高揚と低落)を目的語にとる。ἑαυτῶν は比較の属格で「本来の自分自身(の力・性質)と比べて」を意味し、座席の「場所(τόπος)」と天文学的な「宮・星座の場所(τόπος)」を掛けた比喩的構文となっている。
