← プルタルコス

健康のしるべ

§11-12

病気の前兆への用心と無理な摂食の戒め

ゼウクシッポスは病気の前兆段階で用心することの重要性を説き、恥じらいや誤った俗説から無理をして飲食や運動を続ける愚かさを批判し、真の快楽の源泉は物自体ではなく受容する健康な身体にあると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

ΖΕΥΞΙΠΠΟΣ. μάλιστα δὲ προφυλακτέον ἐν ταῖς προπαθείαις καὶ προαισθήσεσιν. οὐ γὰρ ἅπασαι κατὰ τὸν Ἡσίοδον ἐπιφοιτῶσιν αἱ νόσοι "σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς" , ἀλλʼ αἱ πλεῖσται καθάπερ προαγγέλους καὶ προδρόμους καὶ κήρυκας ἔχουσιν ἀπεψίας καὶ δυσκινησίας. βαρύτητες καὶ κόποι φησὶν Ἱπποκράτης αὐτόματοι νοῦσον φράζουσι διὰ πλῆθος ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ τὰ νεῦρα πνεύματος ἔχοντος.1 ἀλλʼ ὅμως αὐτοῦ μονονουχὶ τοῦ σώματος ἀντιτείνοντος καὶ κατασπῶντος ἐπὶ τὸ κλινίδιον καὶ τὴν ἡσυχίαν οἱ μὲν ὑπὸ λαιμαργίας καὶ φιληδονίας ἐμβάλλουσιν ἑαυτοὺς ἐπὶ τὰ βαλανεῖα καὶ σπεύδουσιν ἐπὶ τὰς προπόσεις, ὥσπερ εἰς πολιορκίαν ἐπισιτιζόμενοι καὶ δεδιότες μὴ φθάσῃ καταλαβὼν αὐτοὺς ὁ πυρετὸς ἀναρίστους, οἱ δὲ κομψότεροι ταύτῃ μὲν οὐχ ἁλίσκονται, πάνυ δʼ ἀβελτέρως αἰσχυνόμενοι κραιπάλην ἢ ἀπεψίαν ὁμολογεῖν καὶ διημερεύειν ἐν ἱματίοις, ἑτέρων εἰς τὸ γυμνάσιον βαδιζόντων καὶ παρακαλούντων ἀναστάντες συναποδύονται καὶ ταὐτὰ πράττουσι τοῖς ὑγιαίνουσι. τοὺς δὲ πλείους ἀκρασίας καὶ μαλακίας συνήγορον ἔχουσα παροιμίαν ἐλπὶς ἀναπείθει καὶ προάγεται βαδίζειν ἀναστάντας ἰταμῶς ἐπὶ τὴν συνήθειαν, ὡς οἴνῳ δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας καὶ διαφορήσοντας.2 πρὸς μὲν οὖν ταύτην τὴν ἐλπίδα τὴν τοῦ Κάτωνος εὐλάβειαν ἀντιτακτέον ἥν φησιν ἐκεῖνος ὁ ἀνὴρ τὰ μὲν μεγάλα μικρὰ ποιεῖν τὰ δὲ μικρὰ παντελῶς ἀναιρεῖν καὶ ὅτι κρεῖττον ἔνδειαν ὑπομεῖναι διὰ κενῆς καὶ ἡσυχίαν ἢ διακυβεῦσαι πρὸς λουτρὸν ὠσαμένους καὶ δεῖπνον. εἰ μὲν γὰρ ἔστι τι, βλάψει τὸ μὴ φυλάξασθαι μηδʼ ἐπισχεῖν εἰ δὲ μηδέν, οὐ βλάψει τὸ συσταλῆναι τῷ σώματι καὶ γενέσθαι καθαρώτερον. ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις δεδιὼς καὶ τοῖς οἰκέταις φανερὸς γενέσθαι διακείμενος ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον· "αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις," πολὺ δʼ αἴσχιον ἀπεψίαν καὶ βαρύτητα καὶ πλησμονὴν σώματος εἰς βαλανεῖον ἑλκομένου καθάπερ εἰς θάλασσαν σαθροῦ πλοίου καὶ μὴ στέγοντος. ὥσπερ γὰρ ἀμέλει πλέοντες ἔνιοι χειμῶνος ὄντος αἰδοῦνται διατρίβειν ἐπʼ ἀκτῆς·, εἶτʼ ἀναχθέντες αἴσχιστα διάκεινται βοῶντες καὶ ναυτιῶντες, οὕτως ἐν ὑποψίᾳ καὶ προπαθείᾳ σώματος ἀγεννὲς ἡγούμενοι μίαν ἡμέραν ἐν κλίνῃ διάγειν καὶ μὴ παραθέσθαι τράπεζαν, αἴσχιστα πολλὰς ἡμέρας κεῖνται καθαιρόμενοι καὶ καταπλασσόμενοι καὶ θωπεύοντες ἰατροὺς καὶ θεραπεύοντες, οἶνον αἰτοῦντες ἢ ψυχρὸν ὕδωρ, ἄτοπα καὶ ἀγεννῆ πολλὰ ποιεῖν καὶ φθέγγεσθαι διὰ τὸν πόνον καὶ τὸν φόβον ὑπομένοντες. καὶ μὴν τούς γε διὰ τὰς ἡδονὰς μὴ κρατοῦντας ἑαυτῶν ἀλλʼ ἐγκλίνοντας ἢ φερομένους ὑπὸ τῶν ἐπιθυμιῶν καλῶς ἔχει διδάσκειν καὶ ἀναμιμνῄσκειν ὅτι πλεῖστον ἐκ τοῦ σώματος αἱ ἡδοναὶ λαμβάνουσι·.

ゼウクシッポス:とりわけ病気の兆候や前触れにおいてこそ、用心深く予防しなければならない。というのも、ヘシオドスの言うように、すべての病気が「沈黙のうちに、知慮あるゼウスが声を奪ったがゆえに」襲いかかるわけではなく、大半の病気は消化不良や身体のこわばりをあたかも先触れや先駆者、触れ役のように伴っているからである。ヒポクラテスは言う、「原因なき重苦しさや疲労は、病気を告げるものである」と。 これはどうやら、過多の体液のために、腱の周囲の気息が内部で緊張と閉塞をきたしていることによるのであろう。しかしながら、身体そのものがほとんど抵抗し、寝台と安静へと引きずり下ろそうとしているにもかかわらず、ある者たちは大食と快楽への溺惑から浴場へと飛び込み、酒盛りへと急ぐのであり、それはあたかも包囲に備えて食糧を運び込み、昼食を取らぬうちに熱病に不意を打たれはしまいかと恐れているかのようである。また、より上品な者たちはそうした罠には落ちないものの、二日酔いや消化不良を認めて衣服を着たまま終日過ごすのをひどく愚かにも恥じ入り、他人がギュムナシオンへと向かい誘いに来ると、起き上がって一緒に服を脱ぎ、健康な者と同じことを行うのである。そしてさらに多くの人々に対しては、無節制と軟弱の弁護人となる諺を帯びた期待が彼らを説得し、起き上がって厚顔にもいつもの習慣へと向かわせる。「迎え酒で酒を、二日酔いで二日酔いを追い出し、散らそう」というわけである。したがって、この期待に対してはカトンのあの慎慮を対置しなければならない。あの男はそれが「大事を小事にし、小事を完全になくす」と言っており、無用に空腹に耐えて安静にしているほうが、無理に浴場や夕食へと押し出して危険を冒すよりも勝っていると言っているのである。実際、もし何か病気の兆候があるならば、用心せず自制もしないことが害となるであろうし、もし何もないとしても、身体を整えてより清らかにすることが害になることはない。しかし、満腹や二日酔いから不快な状態にあるのを友人たちや召使いたちに知られるのを恐れ、今日消化不良を認めることを恥じるあの幼稚な者は、明日には下痢や発熱や腹痛を認める羽目になるであろう。 「恥じるなら、最も恥ずべき形で貧しさに耐えることになる」というが、消化不良や重苦しさ、満腹を抱えた身体を、まるで傷んで漏水する船を海へ引き出すように浴場へと引きずっていくのは、はるかに恥ずべきことである。というのも、ある者たちが航海中に時化であるにもかかわらず海岸に留まるのを恥じ、その後に船を出して叫び声を上げ吐き気を催して最も見苦しい状態に陥るのとまったく同様に、身体の不安や前兆の中で一日寝床で過ごして食卓を整えないことを卑小だと考え、幾日も下剤をかけられ湿布を貼られ、医者たちに媚びへつらい、ワインや冷水を乞い、苦痛と恐怖のために多くの奇妙で卑小なことを行い、口走るのを甘受して、最も恥ずべき姿で横たわることになるからである。そればかりか、快楽のために自らを制することができず、欲望に傾いたり流されたりする者たちには、快楽はその最大の分を身体から受け取っているのだということを教え、思い起こさせるのが適切である。

§12

ΖΕΥΞΙΠΠΟΣ. καὶ καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν γὰρ ἢ πολυτελὲς ἔξω καὶ καθʼ αὑτὸ τῶν τοιούτων ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ καὶ μετὰ τοῦ ἡδομένου γίγνεσθαι κατὰ φύσιν ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν τὸν ἰχθὺν εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ εὔμορφος, ἀλλʼ ἑαυτὸν, εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος.3 εἰ δὲ μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες ἐπίκωμοι μεθύοντες οὐ φιλοφροσύνην παρέσχον οὐδʼ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς ἐποίησαν, οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ διεφθορόσι φλέγμα καὶ χολὴν κινεῖ καὶ ταράττει καὶ προσεξίστησιν, ἡδὺ δʼ οὐδὲν ἀξιολόγως οὐδʼ ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν.

ゼウクシッポス:そして、スパルタ人が料理人に酢と塩を与えて、残りは生贄の肉の中に求めよと命じるように、摂取する者の身体の中にこそ最も美しい調味料はあるのであり、ただし健康で清らかな身体に供されるならばのことである。なぜなら、そうした料理の一つ一つは外にあってそれ自体として甘美であったり豪華であったりするが、心地よさは快楽を感じる人の内において、その人が自然にかなった状態にあることとともに生じるものだからである。しかし、不機嫌な者や二日酔いの者、不調な者においては、万物がその本来の魅力と輝きを失ってしまう。それゆえ、魚が新鮮であるか、パンが清らかであるか、浴場が温かいか、情婦が美しいかを見るのではなく、自分自身が吐き気を催しておらず、濁っておらず、昨日の不快さを残しておらず、乱れていないかを見るべきである。そうでなければ、あたかも喪中の家に乱入した酔っ払いの饗宴客たちが好意も快楽ももたらさず、嘆きと悲嘆を引き起こすのと同様に、悪く不自然な状態にある身体において、性愛もご馳走も浴場もワインも、落ち着かず損なわれたものと混じり合って粘液や胆汁を動揺させ、掻き乱し、さらに狂わせるのであり、取り立てて言うほど快いものも、期待したような心地よい享受も何ひとつもたらさないのである。

構文注3 件
  1. 11διὰ πλῆθος ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ τὰ νεῦρα πνεύματος ἔχοντος

    属格分詞 ἔχοντος は直前の属格名詞句 τοῦ περὶ τὰ νεῦρα πνεύματος に性・数・格が一致しており、「腱の周囲の気息が内部で緊張と閉塞を抱えていること」という事態全体を表す(いわゆる ab urbe condita 的な構造、あるいは属格絶対構文の変形)。διὰ πλῆθος(過多のために)がその原因として副詞的にかかっている。

  2. 127eὡς οἴνῳ δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας καὶ διαφορήσοντας

    接続詞 ὡς に未来分詞の対格男性複数(ἐξελῶντας, διαφορήσοντας)が後続し、主文の目的語である τοὺς δὲ πλείους(大半の人々)が抱く主観的な意図・口実を表している(「〜するつもりで/〜によって追い出そうとして」)。「迎え酒で二日酔いを治す」という俗信的内容を指す。

  3. 128dἀλλʼ ἑαυτὸν, εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος

    先取り構文(prolepsis)。直前の動詞 σκοπεῖν(観察する)の直接の目的語として ἑαυτόν(自分自身を)が引き出され、後続する間接疑問節 εἰ μὴ... の主語がそこから補われる構造になっている。被修飾語としての主格形容詞(ναυτιώδης 等)は省略された主語(不定の三人称)に一致している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg077.humanitext-grc2:11-12