- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:33-35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
友人を戒める際には自分をも非難に含め、賞賛を交えつつ他者との比較を避けるべきであり、諫言には反発せず耐えるとともに、些細な過失ではなく重大な問題のために率直な諫言を温存すべきであると論じる。
οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὰ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ "Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;" καὶ τὸ "νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος" καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα, διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος,1 "ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην," ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις "ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι" καὶ "Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;" σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους "ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;" καὶ "ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;" οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ παράδειγμα ποιουμένῳ2 τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετʼ ὀργῆς τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα; φυλακτέον οὖν ἑτέρους ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων "ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς," καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς "σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;"
とはいえ、人間は自らも不完全であり、似たような者たちと交わっているにもかかわらず、事態の成り行きから他者を訓戒せざるを得ないことがしばしばある以上、最も穏当な方法は、率直な諫言を述べる者自身を何らかの形でその非難に巻き込み、包括することであろう。この趣旨において、次の詩句も詠まれている。 「テュデウスの子よ、我らはどうしたというのか、激しい武勇を忘れてしまうとは」また、次の句もそうである。 「今や我らは、ヘクトル一人にも値しない」ソクラテスもまた、自分自身が無知から免れているわけではなく、若者たちとともに徳に意を用い真理を探求せねばならないと考え、このように穏やかに彼らを吟味したのであった。というのも、自らも同じ過ちを犯しており、自分自身を正すのと同様に友人を矯正しようとしていると見える者たちこそが、好意と信頼を勝ち得るからである。これに対して、他者を挫くにあたって、あたかも自分だけが純粋で何らの情念にも動かされないかのように尊大に振る舞う者は、よほど年齢が上であるか、誰しも認める徳の権威と名声を備えているのでない限り、不快で鬱陶しい人物と映り、何の役にも立たない。それゆえポイニクスも、怒りのあまり父を殺そうと企て、すぐに思い直したという自らの不面目を、何の思慮もなく差し挟んだわけではなかった。 「ギリシア人の間で父殺しと呼ばれぬように」彼がそう語ったのは、自分自身は怒りにとらわれず無過失であるかのようにアキレウスを訓戒していると見られないためであった。こうした語り口は人柄を通じて心に染み入り、人々は自分を見下しているように見える者よりも、同じ情苦を分かち合っていると見える者により服従するものなのである。 他方、炎症を起こしている眼に眩しい光を当ててはならず、激情に駆られている魂が混じりけのない率直な諫言と訓戒を受け入れられない以上、最も有益な助けとなるものの一つは、控えめな賞賛を織り交ぜることであり、例えば次のような言葉がそれである。 「だが、そなたたちが激しい武勇を放棄しているのは、もはや立派なことではない、 全軍の中で誰もが最善の勇士であるというのに。私とて、 卑劣な者として戦いを放棄するような男と争おうとは思わぬが、 そなたたちに対しては、心の底から憤りを覚えるのだ」また次の言葉もそうである。 「パンダロスよ、そなたの弓と羽ある矢はどこへ行ったのか、 そして、この場では誰もそなたと競い合えぬあの名声はどこへ」また、次のような言葉も過ちに引きずり込まれつつある者たちを極めて鮮明に呼び覚ます。 「オイディプスは、そしてあの名高き謎解きはどこへ行ったのか」また、次の言葉も同様である。 「あの多くの辛苦に耐えたヘラクレスが、このようなことを言うのか」これらは非難の持つ手厳しさと懲罰的な調子を和らげるだけでなく、美しく高潔な行いの想起によって恥ずべき行いを恥じ、自らをより善き行いの手本と仰ぎ見る者の中に、自分自身に対する奮起の念をも生じさせるからである。しかし、同輩や同胞市民や親族といった他者を引き合いに出して比較すると、悪徳の持つ負けず嫌いな性質が不快感を抱いて激昂し、しばしば怒りを込めてこう呟くのが常である。 「それならなぜ、私より優れた者たちのところへ行き、私を煩わせないでいてくれないのか」それゆえ、他者に対して率直に諫言する際に第三者を賞賛することは用心して避けねばならない。むろん、その対象が親である場合は別である。例えばアガメムノンが「誠にテュデウスは、自分に似ても似つかぬ子を生んだものだ」と言ったように、また『スキュロス島の人々』の中でオデュッセウスが 「だがそなたは、家門の輝かしい光を辱め、 羊毛を梳いているのか、ギリシア人の中で最も優れた父から生まれながら」と言ったようにである。
ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς.
また、訓戒を受けている最中に相手を訓戒し返し、率直な言論に率直な言論でやり返すことは最もふさわしくない。それはたちまち感情を燃え上がらせて不和を生み、そのような応酬は率直な諫言を返しているのではなく、率直な諫言に耐えられない者の振る舞いに見えるからである。したがって、訓戒していると思われる友人に耐える方がよい。もし後になってその友自身が過ちを犯し訓戒を必要とするとき、その忍耐こそがある意味で、こちらの率直な諫言に発言権を与えてくれるからである。というのも、かつて自分も友人が過ちを犯すのを見過ごさず、吟味し教え諭していたことを恨みがましさなしに思い出させられるならば、その友は非難や怒りの返礼としてではなく、好意と恩情の報いとしてこの矯正をより素直に受け入れ、聞き入れるはずだからである。
ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης φησὶν ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται· τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον· ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει3 πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον οὐκ ἔστι σοι εἶπεν ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος. οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.
さらにまた、トゥキュディデスは「最大の事柄のために嫉視を受ける者は、正しい判断をしている」と述べているが、友人たる者も、極めて重大で決定的な事柄のために、訓戒から生じる鬱陶しさを引き受けるべきなのである。もしあらゆることにいちいち不機嫌になり、親しい者たちに対して友好的にではなく教育係のように接するならば、最大の事柄において訓戒する際にその効力は鈍り、無力になってしまうであろう。あたかも医師が、強烈で苦く、しかし必要不可欠で貴重な薬剤を、数多くの細かな不要の症例に分割して使い回し、率直な諫言を濫費してしまったかのようなものである。したがって、自分自身は絶え間ない粗探しを厳しく慎むべきであるが、他者が万事につけ細部を詮索して言いがかりをつけている場合には、より重大な過ちへ向けた口火を得ることになる。現に医師ピロティモスは、肝臓に膿瘍を抱えた男が潰瘍のできた指を見せたとき、「わが友よ、そなたにとって問題とすべきはささくれのことではない」と言った。それゆえ友人にも、些細で取るに足らないことについて難癖をつける者に対して次のように言う好機が与えられるのである。 「なぜ我らは遊びや酒盛りや下らぬ話を取り上げるのか。友よ、この男は遊女を去らせるか博打をやめるかしさえすれば、その他の点では我らにとって素晴らしい人物なのだ」というのも、些細なことについて大目に見てもらった者は、より重大な事柄において友人に喜んで率直な発言を許すからである。これに対して、常にどこででも口うるさく不快に責め立て、すべてを知り尽くして干渉したがる者は、子供にとっても兄弟にとっても耐えがたく、奴隷にとってすら耐え忍び難い存在なのである。
- 72bἐπιχειρήσαντος ... καὶ ... μεταγνόντος
属格分詞 ἐπιχειρήσαντος および μεταγνόντος は、文法上の主語が明示されない絶対属格(genitive absolute)として置かれている。意味上の主語は先行する対格表現 τὰ περὶ αὑτὸν ἀτυχήματα(自分自身の不面目)に含まれる αὑτόν(ポイニクス自身)を指しており、文法的接続の緩い破格構文(anakolouthon)となっている。
- 72dαἰδουμένῳ ... καὶ παράδειγμα ποιουμένῳ
与格分詞 αἰδουμένῳ と ποιουμένῳ は、主節動詞 ἐμποιεῖ の間接目的語として想定される「訓戒を受ける者」(τῷ νουθετουμένῳ)に一致する。文構造としては「美の想起によって恥ずべきことを恥じ、自らを善き手本とする者に対して(与格)、彼自身の内なる奮起(ζῆλον πρὸς ἑαυτόν)を生じさせる」という骨格をなす。
- 73bὥσπερ ἐνδόσιμον ἕξει
ἐνδόσιμον は元来、音楽において合唱や演奏の調子・音頭を指示する「前奏」や「導入音」を意味する名詞(τὸ ἐνδόσιμον)。ここでは比喩的に用いられ、「他人が些細なことに過敏に口を出すのを機として、より重大な過失の矯正へと話を切り出すきっかけ(口火・足がかり)を得る」という慣用的な含意を表す。
