← プルタルコス

いかにして追従者と友人を見分けるか

§27

諫言における嘲笑の排除と酒席の諫言の戒め

著者は率直な諫言から傲慢や下品な嘲笑を排して真面目さと威厳を保つべきであると論じ、不適切な諧謔が身を滅ぼした実例を挙げつつ、とりわけ酒席での時宜を得ない諫言の危険と卑劣さを戒める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§27

δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ διαφθείρει καὶ ἀπόλλυσιν. ὅθεν ὁ μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδʼ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν μὴ γένοιτό σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ βέλτιον εἰδῇς.1 Ἐπίχαρμος δʼ οὐκ ὀρθῶς, τοῦ Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθʼ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, ἀλλὰ πρῴην ἔφη θύων τοὺς φίλους οὐκ ἐκάλεσας κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως οὔσης καὶ λόγου ποῖος χαλκὸς ἄριστος, ἐκεῖνος εἶπεν, ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας. οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλʼ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης ἀκρασίας μετʼ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι.2 καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδʼ ἡντινοῦν σπουδὴν "ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν" αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ καὶ πολιτικὰ πεποίητο· συμμεμιγμένον δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δʼ ὑπὲρ μειζόνων, καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον, ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ θεῷ καὶ λύοντι τὸ τῶν δυσφόρων σκύνιον μεριμνᾶν κατὰ Πίνδαρον. ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλʼ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι3 παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.

第二に、我々はあたかも洗い清めるようにして、あらゆる傲慢、嘲笑、皮肉、下品な冗談という、率直な諫言の悪しき調味料を取り除こうではないか。実に、医者が肉を切るときには、その所作に一定の節度と清潔さが伴うべきであり、踊るような、軽はずみで、せわしなく動く軟弱さや無駄な手数はその手から排除されねばならないように、率直な諫言も、優雅さが品位を保つならば、如才なさや洗練を受け入れるが、尊大さや卑劣さや傲慢が加わると、完全にそれを損ない台無しにしてしまう。それゆえ、竪琴弾きは、自分と爪弾きの技をめぐって論争しようとしたピリッポスを、次のように言って巧みに、かつ無風流ならざる仕方で黙らせたのである。「王よ、あなたが私よりもこれらのことをよく知るほど落ちぶれられることがありませんように」。 他方、エピカルモスは不適切であった。ヒエロンが親しい者たちの幾人かを処刑し、数日後に彼を宴席に招いた際、「しかし先日、生贄を捧げたときには友人を招かなかったではないか」と言ったのである。 またアンティポンも不適切であった。ディオニュシオスの宮廷で「いかなる青銅が最上か」という探求と議論があったとき、「アテナイでハルモディオスとアリストゲイトンの像を鋳造した青銅です」と言った。 というのも、これらの言葉の苦痛を与える辛辣さは益をもたらさず、その道化じみたふざけは楽しませることもなく、このような類のものは、悪意と傲慢が入り混じり敵意を伴う自制のなさにほかならず、これを用いる者たちは、文字通り井戸の縁で踊る踊りを踊りながら、自らをも破滅に追いやるからである。実際、アンティポンはディオニュシオスによって殺され、ティマゲネスはカエサルの友誼から追放された。彼は決して自由な発言を用いたことはなく、酒宴や散歩の折々に、いかなる真剣さにも向かわず、「ただアルゴス勢にとって何が笑いの種に見えようか」とばかりに、友情という名分をあたかも悪口の詭弁であるかのように持ち出していたからである。喜劇詩人たちもまた、劇場に向けて多くの厳格で政治的な言葉を作ったが、それらに笑いと道化が混じり合っていたため、あたかも食物に不味いソースをかけるようにして率直な諫言を色褪せさせ役に立たないものにしてしまった。その結果、語り手たちには悪意と下品さの悪評が残り、聞き手たちには語られた事柄から何ら有益なものが残らなかったのである。 それゆえ、普段ならば友人たちに対して戯れや笑いをもたらしてもよいが、率直な諫言は真面目さと品格を帯びるべきである。より重大な事柄について語るならば、その言論は情動と態度と声の張りにおいて信頼に足るもの、心を動かすものであるべきである。しかし好機は、いかなる事柄においても看過されれば大きな害をもたらすが、とりわけ率直な諫言においてはその有用性を破壊する。したがって、酒と酩酊においてはそのような諫言を警戒すべきであることは明白である。戯れと親交の最中に、眉を釣り上げ顔をこわばらせるような言葉を動かす者は、晴天に暗雲をもたらすようなものであり、あたかもピンダロスが言う「耐え難き悩みの眉間の皺を解く」リュアイオス神に逆らうようなものである。また時宜を失することは大きな危険をも伴う。魂は酒によって怒りへと転落しやすく、しばしば酩酊が率直な諫言を取り込んで敵意を生み出すからである。そして概して、素面のときに言いたいことを言えない者が、臆病な犬のように食卓で率直に語るなどということは、高潔でも勇敢でもなく卑劣なことである。それゆえ、これらのことについて長く語る必要は全くない。

構文注3 件
  1. 27μὴ γένοιτό σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ βέλτιον εἰδῇς

    μὴ γένοιτο は希求法による祈願表現(「〜が起こりませんように」)。これに続く ἵνα 節(接続法 εἰδῇς)は通常の目的を表すのではなく、「あなたが私よりこれらのことをよく知るほど(ひどい状態に)」という結果・程度(consecutive/result clause)を表す構文として機能している。

  2. 68bτὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι

    名詞 ὄρχησιν が動詞 ὀρχούμενοι の同族対格(cognate accusative)として用いられている。「井戸の縁で踊る踊りを踊る」という表現は、身を滅ぼしかねない極めて危険な遊興・言動に身を投じることを指す比喩的慣用句である。

  3. 68dἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι

    冠詞付き不定詞 τὸ παρρησιάζεσθαι が文の主語であり、ἀπαρρησιάστου は述語的に機能する性質・特徴の属格(genitive of characteristic/source)。「素面であるとき(ἐν τῷ νήφειν)には率直に発言できない者の特徴である」という意味構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:27