- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:22#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プルタルコスは、友人とへつらい者の決定的な相違が、無分別な請け負い方や助言における迎合・盲従の姿勢、そして相手の意見に常に同調する振る舞いに顕著に現れることを論じる。
ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων. οὐ μὴν ἀλλὰ1 δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν "εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί," κόλακος δὲ ταύτην "αὔδα ὅ τι φρονέεις" καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν "ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,2 ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον τὸ πρόσωπον" ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον3 ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν. οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν "ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται, πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ," ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ "φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης," οἱ δὲ τοὐναντίον δρῶσι, τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, τοὺς δὲ πρὸς χάριν πονηροὺς καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον κλῄθρων καὶ στέγης ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ὦ Ἡράκλεις, ἔφθης με φησὶ μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλον ὡς γὰρ οἱ μαθηματικοὶ τὰς ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν,4 οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον, ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας.
それゆえ、分別ある人々にとって、これらもまた真実で節度ある友情ではなく、娼婦のように振る舞い、求められる以上にまとわりつく態度の証拠である。とはいえ、まずは約束・請け合いにおいてその相違を観察しなければならない。我々に先立つ人々によっても、「もし成し遂げうることであり、成し遂げられてよいことならば」というのが友人の約束であり、へつらい者の約束はこれ、「汝の思うところを語れ」であると巧みに言われているからである。実際、喜劇詩人たちもこのような者として彼らを登場させている。 「ニコマコスよ、私をあの兵士に差し向けてくれ。 もしも私が鞭打って奴をすっかり熟柿のようにしなかったなら、 もしもその顔面を海綿よりも柔らかく しなかったなら」と。 次に、友人の側は、前もって助言者となって行為をふさわしいことや有益なことへと吟味し整え直したのでない限り、誰も協力者とはならない。これに対してへつらい者は、事柄について共に吟味し判断を下す権能を与えられたとしても、ただ屈従して迎合したいと望むだけでなく、渋って仕事を回避しているという疑いを持たれることを恐れるため、相手の欲望に屈し、欲望を共に煽り立てる。というのも、 「貧者であれ、望むなら 貧者より劣る者であれ、私に好意を抱き 恐れを排して心からの言葉を語る者こそ我が友たれ」などと言えるような富者や王はまずいないからである。むしろ彼らは、悲劇役者のように、声を合わせて歌う友人たちの合唱隊や、共に拍手喝采する劇場を求める。それゆえ、悲劇のメロペーは、 「言葉において譲歩せぬ者たちを友として 保て。汝の快楽に迎合してへつらう悪しき者らは 家の閂の外に締め出せ」と勧めているにもかかわらず、人々は正反対のことを行っている。 「言葉において譲歩せぬ者」たち、すなわち利益のために反対して抗う者たちを遠ざけて忌み嫌い、「快楽に迎合する悪しき者ら」、卑屈な者や山師たちを、単に閂や屋根の内側へ受け入れるだけでなく、秘められた情念や内密な仕事の内奥にまで迎え入れるのである。これらのうち、より単純な者は、これほど重大な事柄の助言者となるべきだとも、なる資格があるとも思わず、単なる奉仕者や使役者となるが、より悪賢い者は、共に思い悩む仕草をし、眉をひそめ、顔つきで頷き合いながらも、何も発言しない。そして相手が自分の考えを述べると、 「おおヘラクレスよ、ほんの少しの差で言うのを先越された。 まさにそのことを私自身も言おうとしていたところだ」と言うのである。数学者たちが、面や線は知的で非物体的なものであるがゆえに、それ自体として曲がったり、伸びたり、動いたりすることはなく、それらが境界となっている物体とともに曲がり、伸び、移動すると言うように、へつらい者についても、常に相手とともに肯定し、判断を下し、誓って言えば共に喜び、共に怒る姿を見破ることができるであろう。したがって、少なくともこれらの点においてその相違を見破ることは完全に容易である。そして、奉仕の様式においてはなおさらである。
- 62eοὐ μὴν ἀλλὰ
強い推移・逆接を表す慣用句(「とはいえ」「そうではあるがしかし」)。前文で述べた些細な外形的特徴(過剰な親密さ)を認めつつ、本題である「約束・言質(ἐπαγγελίαι)」における本質的な識別の議論へと議論を移行させる機能を果たしている。
- 62eἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον
喜劇からの引用句。二重対格(ποιήσω [αὐτὸν] πέπονα ὅλον)の構文で、πέπων は比喩的に「鞭打ちによって打ちのめされ、熟れすぎた果実のように柔らかくなった状態」を指す。μαστιγῶν は「鞭打つ」を意味する契約動詞 μαστιγόω の現在能動態分詞(男性・単数・主格)で、主語に一致して手段・様態(「鞭打って」)を表す。
- 62eτῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον
条件文と時間・条件節の対比構文。εἰ μὴ(〜でない限り)と ἀλλʼ ὅταν(〜の時に初めて)が対応しており、「前もって助言者となって事柄を吟味し、ふさわしいことや有益なことへと整え直したときにのみ、協力者となる」という真の友人の限定的・反省的な行動様式を表す。συγκαταστήσῃ εἰς は「〜へと共に確立・調整する」の意。
- 63bὡς γὰρ οἱ μαθηματικοὶ τὰς ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν
幾何学(数学)の比喩を用いた対比構造。λέγουσι に続く対格不定詞構文で、前半の否定(μήτε... μήτε... μήτε... καθʼ ἑαυτάς)と後半の肯定(συγκάμπτεσθαι δὲ... τοῖς σώμασιν)が対比される。接頭辞 συν- を重ねた三つの動詞(συγκάμπτεσθαι, συνδιατείνεσθαι, συμμεθίστασθαι)は、へつらい者が自律した意志を持たず、相手の肉体・感情に完全に従属して伸縮・変形することを鮮やかに写し出している。
