- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:8#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
詩に登場する英雄たちを完全無欠の道徳的模範とみなす誤りを戒め、青年が彼らの言動の善悪を批判的に見極められるよう訓練すべきことを、ホメロス作品の具体例(アキレウス、アガメムノン、フォイニクス)を通じて説く。
οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον1 μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδʼ ἀκούων μηδʼ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας "αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι, μήτε τις Ἀργείων, νῶιν δʼ ἐκδῦμεν ὄλεθρον, ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν" καὶ "οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις ἀμφʼ ἐμοὶ" καὶ "παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα. τῇ πιθόμην καὶ ἔρεξα" καί "Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος" μηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον ὁ νέος, μηδὲ προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλʼ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδʼ ἀνεπιλήπτων παντάπασιν, ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δʼ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. ἡ γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν2 ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς μηδʼ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ ὀρθῶς καὶ πρεπόντως τὸ οὐκ ὀρθῶς καὶ οὐ προσηκόντως οἷον ὁ Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δʼ ὢν καὶ μεθʼ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν ὄχλον, ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος "Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω ἄψ ἀπονοστήσειν" ὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου τῶν Ἑλλήνων, οὐκέτʼ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν "οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς" , ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος. ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτʼ αὖθις μετανοήσας "ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε μύθῳ Ἀθηναίης" , ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς, ὅμως πρὶν ἀνήκεστόν τι δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν ὁ Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπʼ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος καὶ βασιλικώτερος. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος "δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς" , οὗτος δʼ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδʼ αἰσχρὸν ἐποίησε. καὶ μὴν ὁ Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος "τὸν μὲν ἐγώ, φησί, βούλευσα κατακτάμεν ὀξέι χαλκῷ ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥʼ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλʼ ἀνθρώπων, ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην" ὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς· ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος3 οἷόν ἐστιν ὀργὴ καὶ ὅσα διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι.
したがって事態がこのようである以上、かの美しく偉大な名前の英雄たちについて、彼らはまったく知恵があり正しく、無上の王にしてあらゆる徳と正しさの基準であった、などという思い込みを青年に持たせることなく、彼を詩に導こうではないか。なぜなら、青年があらゆることを称賛して感嘆し、何に対しても不快感を抱かず、彼らが次のようなことを行い口にしているのを非難する人の言に耳を傾けることも受け入れることもないならば、大きな害を被ることになるからである。 「ああ、父なるゼウス、アテネ、アポロンよ、願わくは、 いまいるトロイア人のうち誰一人として死を免れることなく、 アルゴス人の誰も免れず、われら二人だけが破滅を逃れて、 二人だけでトロイアの聖なる城壁の冠を解き崩すことができればよいものを」また、 「わたしはプリアモスの娘カッサンドラの、きわめて痛ましい声を耳にした。 狡猾な謀略をめぐらすクリュタイメストラが、わたしの傍らで 彼女を殺したのだ」また、 「側室と先に交わって、その者が老父を嫌悪するようにせよと。 わたしは彼女〔母〕に従い、そのとおりに行った」また、「父なるゼウスよ、神々のうちであなたほど有害な者はほかにいない」それゆえ青年は、このようなことを称賛しないよう習慣づけられるべきであり、低劣な行為に対して弁解を並べたり、体裁のよい詭弁を弄したりして、もっともらしさを装うずる賢い者となってはならない。むしろ詩とは、性格と人生の模倣であり、完全に完璧で清らかで非の打ち所がない人間ではなく、情念や偽りの思い込みや無知が混ざり合いながらも、生来の素質の良さゆえにしばしば自らを善き方へと変じていくような人々の模倣なのだと考えるべきである。青年の側でこのような備えと心構えがあり、善く語られ行われていることには鼓舞されてともに熱狂し、劣悪な事柄は受け入れずに嫌悪するならば、詩の聴取は無害なものとなるであろう。他方、何でも感嘆し、あらゆるものに同調し、プラトンの猫背やアリストテレスの舌足らずな口調を真似る者たちのように、英雄たちの名声によってその判断力を評判に隷属させている者は、知らず知らずのうちに多くの劣悪な事柄に安易に染まってしまうだろう。したがって、迷信に囚われて神殿の中ですべてのものを恐れ戦き平伏するかのように臆病であるべきではなく、勇敢に「正しく」や「ふさわしく」という言葉に劣らず「正しくない」や「適切でない」という言葉を叫ぶことに慣れねばならない。 たとえばアキレウスは、兵士たちが疫病に苦しんでいるとき民会を招集するが、出征における自身の威名と名声のゆえに誰よりも戦いが滞っていることに苛立ちつつも、医術を弁え、九日を過ぎてこうした事柄が本来転機を迎えることを知っており、その病が尋常なものでも共通の原因から生じたものでもないと気づいて立ち上がったとき、民衆に向かって煽動するのではなく、王に対する助言者となる。 「アトレウスの子よ、いまやわれらは追い返され、 退却せざるをえないとわたしは思う」これらは正しく、節度があり、ふさわしい。しかし予言者がギリシア人の中で最も力ある者の怒りを恐れていると言うと、もはや正しくも節度ある形でもなく、自分の存命中は誰一人彼に手を下させないと誓ったうえで、「たとえそなたがアガメムノンを名指そうとも」と付け加え、統率者への軽視と侮蔑を露わにする。さらにそこから怒りを募らせ、剣に手をかけて斬り捨てようと思い立つが、これは美徳の観点からも利害の観点からも正しくない。その後ふたたび思い直して、 「大きな剣を鞘へと押し戻し、 アテネの言葉に背かなかった」というのは、再び正しく立派である。なぜなら彼は激情を完全に根絶することはできなかったものの、取り返しのつかないことをしでかす前に思い止まり、理性に素直に従うようにさせて抑え込んだからである。またアガメムノンも、民会において生じたことや彼によって語られたことにおいては嘲笑すべき者であるが、クリュセイスをめぐる事柄においては、より威厳があり王にふさわしい。なぜならアキレウスは、ブレイセイスが連れ去られるとき、「涙を流し、ただちに仲間たちから離れて座り込んだ」のに対し、アガメムノン自身は、少し前に正妻よりも好意を寄せて選ぶと述べていたその女を船に乗せ、引き渡し、送り出すにあたって、情欲に溺れた振る舞いも恥ずべき振る舞いも一切しなかったからである。さらにフォイニクスもまた、側室のゆえに父から呪いを受け、 「その父を、と彼は言う、わたしは鋭い青銅で殺そうと企てた。 だが不死の神々の誰かが怒りを鎮めてくださった。その神は、 わたしがアカイア人の間で父殺しと呼ばれぬよう、 民衆の噂や人々の数々の非難の言葉をわたしの心に思い起こさせたのだ」と語る。アリスタルコスはこの詩句を恐れて削り取ってしまったが、フォイニクスがアキレウスに対し、怒りとはどのようなものか、また激情に駆られて人々がいかに理性を働かせず、慰め諭す者たちに従わないまま途方もない凶行を敢えて犯すかを教えているのであるから、この状況には正しく合致しているのである。
- 8ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον
ἐπάγωμεν は勧告の接続法現在1人称複数。「青年を(τὸν νέον)詩へと(与格 τοῖς ποιήμασι)導こう」という意味。続く μὴ... ἔχοντα は分詞構文で、主語(われわれ)ではなく対格の目的語 τὸν νέον を修飾する付帯状況・条件を表す(「青年が〜の思い込みを持たないようにしたうえで」)。
- 26bκαταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν
καταδεδουλωμένος は受動完了分詞(または中動完了分詞)であり、対格 τὴν κρίσιν(「判断力」)は関係の対格(いわゆる「ギリシア的対格」)または中動態の直接目的語として解釈できる。与格 τῇ δόξῃ は手段・原因(「評判によって」)。全体で「名声・世評によって自身の判断力を隷属させられている者」という構造を成す。
- 26eτοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος
τοῦ Φοίνικος... διδάσκοντος は独立属格(genitive absolute)構文。主節(ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς「その状況に正しく合致している」)に対して理由(「フォイニクスがアキレウスに……を教えているのであるから」)を表している。διδάσκω は二重対格をとる動詞であり、ここでは人 τὸν Ἀχιλλέα と事柄(間接疑問節 οἷόν ἐστιν ὀργὴ κτλ.)を目的語として従えている。
