← プルタルコス

ガルバ伝

§29.1-29.4

ガルバの家柄と治世に対する総括

プルタルコスはガルバの高貴な家柄や五代の皇帝に仕えた名声を総括し、彼が理想主義的な統治を目指しながらも老衰と側近たちの専横によって孤立し、誰もその支配を惜しまぬまま同情だけを残して斃れた生涯を結んでいる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§29.1

τοιαῦτα τὰ κατὰ τὸν Γάλβαν, ἄνδρα μήτε γένει μήτε πλούτῳ πολλῶν ἀπολειφθέντα Ῥωμαίων, ὁμοῦ δὲ πλούτῳ καὶ γένει πρωτεύσαντα πάντων τῶν καθʼ αὑτόν, πέντε αὐτοκρατόρων ἡγεμονίαις ἐμβιώσαντα μετὰ τιμῆς καὶ δόξης, ὥστε τῇ δόξῃ μᾶλλον ἢ τῇ δυνάμει καθελεῖν Νέρωνα.

ガルバの最期はこのようであった。彼は家柄においても富においても多くのローマ人に引けを取らず、富と家柄の双方においては当時のすべての人々に勝り、五人の皇帝の治世にあって名誉と名声のうちに生き永らえ、その名声によって権力による以上にネロを打倒した人物であった。

§29.2

τῶν γὰρ συνεπιτιθεμένων τότε τοὺς μὲν οὐδεὶς ἠξίωσε τῆς ἡγεμονίας, οἱ δὲ ἑαυτοὺς ἀπηξίωσαν, Γάλβας δὲ καὶ κληθεὶς καὶ ὑπακούσας αὐτοκράτωρ καὶ τῇ Οὐΐνδικος ἐμπαρασχὼν ὄνομα τόλμῃ, κίνημα καὶ νεωτερισμὸν αὐτοῦ λεγομένην τὴν ἀπόστασιν ἐποίησε πόλεμον ἐμφύλιον, ἀνδρὸς ἡγεμονικοῦ τυχοῦσαν.1

というのも、当時〔ネロに〕共に襲いかかった者たちのうち、ある者は誰からも皇帝の地位に値するとは見なされず、他の者は自らをそれに値しないと見なしたが、ガルバは皇帝として呼ばれるとその呼びかけに応じ、ウィンディクスの大胆な企てに自らの名を与えることで、かつては単なる騒乱や暴動と呼ばれていたその離反に、指導者にふさわしい人物を得させ、内乱へと高めたのであった。

§29.3

ὅθεν οὐχ ἑαυτῷ τὰ πράγματα λαμβάνειν, ἀλλὰ μᾶλλον ἑαυτὸν οἰόμενος διδόναι τοῖς πράγμασιν, ἄρχειν ἠξίου τῶν ὑπὸ Τιγελλίνου καὶ Νυμφιδίου τετιθασευμένων ὡς Σκηπίων ἦρχε καὶ Φαβρίκιος καὶ Κάμιλλος τῶν τότε Ῥωμαίων.

それゆえ彼は、国家を自分のために手に入れるのではなく、むしろ自分自身を国家に捧げているのだと考え、ティゲッリヌスやニュムピディウスによって飼い慣らされた者たちを、かつてスキピオやファブリキウスやカミルスが当時のローマ人を統治したように治めようとした。

§29.4

ὑπερειπόμενος δὲ τῷ γήρᾳ, ἄχρι τῶν ὅπλων καὶ τῶν στρατευμάτων ἄκρατος ἦν καὶ ἀρχαῖος αὐτοκράτωρ, Οὐινίῳ δὲ καὶ Λάκωνι καὶ τοῖς ἀπελευθέροις πάντα τὰ πράγματα πωλοῦσι παρέχων ἑαυτόν, οἷον Νέρων παρεῖχε τοῖς ἀπληστοτάτοις, οὐδένα ποθοῦντα τὴν ἀρχήν, οἰκτείραντας δὲ τοὺς πολλοὺς τὸν θάνατον ἀπέλιπεν.2

しかし老衰に打ち倒されつつあり、武器と軍隊に関するかぎりは妥協のない古風な司令官であったものの、ウィニウスやラコン、そしてあらゆる国政を売りさばく解放奴隷たちに対しては、かつてネロが最も強欲な者たちに身を任せていたのと同様に身を委ねていたため、その支配を惜しむ者を誰一人残さず、ただ多くの人々がその死を憐れむ中で世を去ったのである。

構文注2 件
  1. 29.2κίνημα καὶ νεωτερισμὸν αὐτοῦ λεγομένην τὴν ἀπόστασιν ἐποίησε πόλεμον ἐμφύλιον, ἀνδρὸς ἡγεμονικοῦ τυχοῦσαν

    主動詞 ἐποίησε の直接目的語は τὴν ἀπόστασιν であり、述語として対格の πόλεμον ἐμφύλιον を取る。κίνημα καὶ νεωτερισμόν は受動分詞 λεγομένην の補語として対格に置かれ、「(ウィンディクスによる)単なる騒動や変革の試みと呼ばれていた反乱」の意。末尾の分詞句 ἀνδρὸς ἡγεμονικοῦ τυχοῦσαν は対格女性単数で直接目的語 τὴν ἀπόστασιν を修飾し、「指導力のある人物を得たことで」という原因・状況を説明している。

  2. 29.4οὐδένα ποθοῦντα τὴν ἀρχήν, οἰκτείραντας δὲ τοὺς πολλοὺς τὸν θάνατον ἀπέλιπεν

    動詞 ἀπέλιπεν(「後に残して去った/死んだ」)は、対比される二つの直接目的語 οὐδένα と τοὺς πολλούς を取る。それぞれ分詞修飾を伴い、前半は現在分詞 ποθοῦντα(「その支配を惜しむ者を誰も」)、後半は語順倒置(hyperbaton)を伴うアオリスト分詞 οἰκτείραντας(「その死を憐れんだ多くの人々を」)が対比されている。時制の違いは、支配を恋しがる持続的感情の否定と、非業の死に直面した人々の哀悼を対照させるものである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:29.1-29.4