← プルタルコス

ガルバ伝

§27.1-27.6

ガルバの殺害とオトによるケルススの保護

ガルバは輿から転落して兵士たちに惨殺され、首を槍に刺されて晒された。ピソやウィニウスらも討ち取られて首級に対する恩賞の要求が殺到する中、オトは詰問を口実にしてマリウス・ケルススを群衆の私刑から救い出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§27.1

τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες.1 ὁ δὲ τὴν σφαγὴν προτείνας, δρᾶτε, εἶπεν, εἰ τοῦτο τῷ δήμῳ Ῥωμαίων ἄμεινόν ἐστι.

ガルバについては、いわゆるクルティウスの池のあたりで輿が傾き、胸当てをつけたまま転がり出たところを、兵士たちが駆け寄って打ち据えた。しかし彼は喉元を差し出し、「なすがよい」と言った、「これがローマの人民にとっていっそう良きことであるならば」

§27.2

πολλὰς μὲν οὖν ἔλαβε πληγὰς εἴς τε τὰ σκέλη καὶ τοὺς βραχίονας, ἀπέσφαξε δὲ αὐτόν, ὡς οἱ πλεῖστοι λέγουσι, Καμούριός τις ἐκ τοῦ πεντεκαιδεκάτου τάγματος, ἔνιοι δὲ Τερέντιον, οἱ δὲ Λεκάνιον ἱστοροῦσιν, οἱ δὲ Φάβιον Φάβουλον, ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν τῷ ἱματίῳ συλλαβόντα, διὰ τὴν ψιλότητα δυσπερίληπτον οὖσαν·

かくして彼は脚や腕に多くの傷を受けたが、大部分の者が語るところでは、彼にとどめを刺したのは第十五軍団のあるカムリウスであり、ある者たちはテレンティウス、またある者たちはレカニウス、またある者たちはファビウス・ファブルスであったと伝えている。このファブルスが首を切り落としたものの、頭髪が薄いために手で掴みにくかったので、外套に包んで運んでいたという。

§27.3

ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων, ἀλλʼ ἐκφανῆ πᾶσι ποιεῖν τὴν ἀνδραγαθίαν, περιπείραντα περὶ λόγχην καί ἀναπήλαντα πρεσβύτου πρόσωπον, ἄρχοντός τε κοσμίου καί ἀρχιερέως καί ὑπάτου, δρόμῳ χωρεῖν,2 ὥσπερ αἱ βάκχαι, πολλάκις μεταστρεφόμενον, καί κραδαίνοντα τὴν λόγχην αἵματι καταρρεομένην. τὸν δʼ Ὄθωνα, τῆς κεφαλῆς κομισθείσης, ἀνακραγεῖν λέγουσιν οὐδέν ἐστι τοῦτο, ὦ συστρατιῶται, τὴν Πείσωνός μοι κεφαλὴν δείξατε.

すると同行の者たちが隠すことを許さず、その手柄を万人に明示せよと迫ったため、槍の先に突き刺し、秩序正しき統治者にして最高神祇官であり執政官でもあった老人の顔を高く掲げ、バッカスの信女たちのように疾走しながら、何度も向き直り、血の滴る槍を打ち振るった。首が届けられると、オトは叫んだと伝えられる。 「戦友たちよ、これなどは取るに足らぬ。ピソの首を余に見せよ」間もなくその首も運ばれてきた。

§27.4

μετʼ ὀλίγον δὲ ἧκε κομιζομένη τρωθεὶς γὰρ ἔφευγεν ὁ νεανίσκος, καί καταδιωχθεὶς ὑπὸ Μούρκου τινὸς ἀπεσφάγη πρὸς τῷ ἱερῷ τῆς Ἑστίας, ἀπεσφάττετο δὲ καί Οὐίνιος ὁμολογῶν κοινωνὸς γεγονέναι τῆς ἐπὶ τὸν Γάλβαν συνωμοσίας· ἐβόα γὰρ ἀποθνήσκειν παρὰ τὴν Ὄθωνος γνώμην. ἀλλὰ γὰρ καί τούτου τὴν κεφαλὴν ἀποτεμόντες καί Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες.

というのも、その若者は手傷を負って逃走したものの、ムルクスという者に追跡され、ウェスタ神殿の傍らで刺殺されたからである。またウィニウスもガルバに対する陰謀の仲間であったと自白しつつ刺殺された。彼はオトの意向に反して殺されようとしていると叫んだのである。だが彼らはこの者の首をも切り落とし、さらにラコンの首も落として、恩賞を求めつつオトのもとへと運んだ。

§27.5

ὡς δέ φησιν Ἀρχίλοχος, "ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν, χίλιοι φονῆες ἐσμέν," οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καί ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι. εἴκοσι γοῦν καί ἑκατὸν εὑρέθησαν ὕστερον ἐκ τῶν γραμματίων, οὓς ὁ Οὐϊτέλλιος ἀναζητήσας ἅπαντας ἀπέκτεινεν.

アルキロコスが言うように、 「我らが足で追いつき斃した死者七人に対し、 我ら殺害者は千人におよぶ」 まさにそのごとく、当時、殺害に一切加担しなかった多くの者たちが、手や剣を血に染めて誇示し、嘆願書をオトに差し出して恩賞を求めた。のちにその書状から百二十名が見つけ出され、ウィテッリウスが彼らをあまねく探し出してことごとく処刑した。

§27.6

ἧκε δὲ καί Μάριος Κέλσος εἰς τὴν παρεμβολήν. καί πολλῶν αὐτοῦ κατηγορούντων ὅτι τοὺς στρατιώτας ἔπειθε τῷ Γάλβᾳ βοηθεῖν, καί τοῦ πλήθους ἀποκτιννύειν βοῶντος, Ὄθων οὐκ ἐβούλετο· φοβούμενος δὲ ἀντιλέγειν οὐχ οὕτως ἔφη ταχέως ἀποκτενεῖν αὐτόν· εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός,3 ἐκέλευσεν οὖν δήσαντας φυλάττειν, καί παρέδωκε τοῖς μάλιστα πιστευομένοις.

またマリウス・ケルススも陣営にやって来た。彼が兵士たちにガルバを救援するよう説得していたとして多くの者が告発し、群衆が殺せと叫び立てたが、オトはそれを望まなかった。しかし公然と反対することを恐れ、彼をそれほど急いでは殺さない、なぜならその男からあらかじめ聞き出さねばならぬ事柄があるからだと述べた。そこで彼を縛って監視するよう命じ、最も信頼を寄せる者たちの手に引き渡した。

構文注3 件
  1. 27.1τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες

    文頭の τὸν δέ Γάλβαν は、属格絶対構文 ἀποκλιθέντος τοῦ φορείου を挟んで後続の分詞 ἐκκυλισθέντα および主動詞 ἔτυπτον の対格目的語となる先取り的な語順倒置(hyperbaton)。文の基本骨格は「τὸν δὲ Γάλβαν ἐκκυλισθέντα ἔτυπτον ἐπιδραμόντες(駆け寄った者たちが、転がり出たガルバを打ち据えた)」である。

  2. 27.2ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν ... ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων ... περιπείραντα ... χωρεῖν

    関係代名詞 ὃν が導く間接話法構文。動詞 φασίν のもとに対格不定詞構文が連続しており、不定詞 κομίζειν と χωρεῖν の意味上の主語は関係詞 ὃν(ファビウス・ファブルスを指す)であり、それを修飾する分詞(ἀποκόψαντα, περιπείραντα, μεταστρεφόμενον, κραδαίνοντα など)はいずれも ὃν に一致する対格で置かれている。中間に属格絶対構文 τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων ... が挿入されている。

  3. 27.6εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός

    先行する ἔφη に統制された間接話法の不定詞構文(oratio obliqua)。接続詞 γάρ を伴う理由説明の節でありながら、動詞が直説法ではなく不定詞 εἶναι となっているのは、伝聞・間接話法の語りが継続しているためである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:27.1-27.6