← プルタルコス

ガルバ伝

§15.1-15.4

共謀者の無裁判処刑と水夫軍団の武力鎮圧

ガルバはニンフィディウスの共謀者たちやトゥルピリアヌスを裁判なしに処刑して市民の反感を買い、さらに都の近郊で待遇を求めて騒擾を起こしたネロ揮下の水夫たちを騎兵によって武力鎮圧した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ κελεύσας ἀποθανεῖν ὅσοι μὴ διʼ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως,1 μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων.

このようにしてニンフィディウスが最期を遂げると、ガルバはその報せを受け、直ちに自ら命を絶たなかった共謀者たちを全員処刑するよう命じた。その中には演説を書いたキンゴニウスやポントスのミトリダテスも含まれていたが、たとえ正当であったとしても、裁判にかけることなく名のある人々を殺害したことは、法にも適わず、民主的でもないとみなされた。というのも、人々はいつものように治世の初めの言説に欺かれ、別様の統治のあり方を期待していたからである。

§15.2

ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός. Μάκρον γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε.2

さらに彼らを憤慨させたのは、元執政官でネロに忠実であったペトロニウス・トゥルピリアヌスが死刑を命じられたことであった。リビアのマケルをトレボニウスを通じて、ゲルマニアのフォンテイウスをウァレンスを通じて殺害したことについては、彼らが武装して軍団を率いていたゆえに恐れたという口実があった。しかし、無防備で丸腰の老人であったトゥルピリアヌスに関しては、公言していた節度を政務において実際の行動で保持するつもりがあったならば、弁明の機会を与えることを妨げるものは何もなかったのである。

§15.3

ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας·

これらについては以上のような非難がある。そして彼がローマに近づき、都から約二十五スタディオンの距離に達した時、水夫たちによる無秩序と騒乱に遭遇した。彼らは道を前もって占領し、四方から群がっていた。彼らはネロが一つの軍団に編成して正規兵とした者たちであった。

§15.4

καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν3 οὔτʼ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτʼ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλʼ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν κελεύσαντος, ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλʼ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλʼ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.

彼らはそのとき軍籍を確定してもらおうと詰めかけ、皇帝が出迎える者たちに見えることも、その声が聞こえることも許さず、自分たちの軍団に軍旗と駐屯地を与えるよう要求して大声で騒ぎ立てた。ガルバが返答を先送りし、後日改めて申し出るよう命じると、彼らは延期は拒絶の口実であると主張して憤慨し、声を枯らして叫びながら付きまとった。一部の者が短剣まで抜いたため、ガルバは騎兵に彼らへの突撃を命じた。水夫たちの誰一人として持ちこたえることができず、ある者は直ちに薙ぎ倒され、ある者は逃走の途中で殺戮された。かくして、夥しい流血とこれほど多くの死骸を越えて都に入るガルバにとって、この出来事は決して吉兆でも幸先の良いものでもなかった。だが、それ以前には病弱な老人と見なして彼を侮っていた者がいたとしても、その時には、彼は万民にとって戦慄すべき恐るべき存在となったのである。

構文注3 件
  1. 15.1εἰ καί δικαίως

    譲歩の接続詞 εἰ καί に副詞 δικαίως が後続する省略表現。「たとえ正当であったとしても(実質的な正義には適っていたとしても)」の意で、先行する μὴ νομίμως(法の手続きに則っておらず)と後続する μηδὲ δημοτικῶς(民衆の意向・好意に適っておらず)の間に挟まれ、処刑の実質的妥当性を留保・譲歩しつつも形式的・手続き的正当性の欠如を強調する機能を果たしている。

  2. 15.2λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε.

    主節の οὐδὲν ἐκώλυεν(未完了過去)は「何ものも妨げていなかった」という客観的事実または反実仮想的ニュアンスを含む過去の継続・状態を示し、条件節は εἴ τις ... ἔμελλε(μέλλω+未来不定詞 φυλάξειν)の直説法過去をとる。この条件節は過去において「〜するつもりであったならば」という主語(ここではガルバを念頭に置いた一般的な τις)の意図・必然性を表す構文であり、過去の意図の不成立と行為の非難を同時に含意している。

  3. 15.4καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν

    現在分詞 παρόντες に目的を表す動詞 ἐκβεβαιόω のアオリスト中態不定詞 ἐκβεβαιώσασθαι が後続する構文。「軍籍(従軍資格)を自分たちのために確定してもらおうと、その場に現れて(居合わせて)」の意。中態不定詞が自らにとっての権利・身分の確証を求めるニュアンスを担っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:15.1-15.4