← プルタルコス

ガルバ伝

§13.1-13.4

ニンフィディウスの工作失敗と反逆の決意

ラコとウィニウスが権力を独占したことを知ったニンフィディウスは、軍司令官らを説得して二人を排除させようと試みるが失敗し、虚偽の急報でガルバを動揺させようとするも無視されたため、帝位簒奪の挙兵を決意する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

ὁ γὰρ Νυμφίδιος εὐθὺς ἐπανελθόντος τοῦ Γελλιανοῦ πρὸς αὐτόν, ὃν ἔπεμψε τοῦ Γάλβα τρόπον τινὰ κατάσκοπον, ἀκούσας τῆς μὲν αὐλῆς καὶ τῶν δορυφόρων ἔπαρχον ἀποδεδεῖχθαι Κορνήλιον Λάκωνα, τὸ δὲ σύμπαν εἶναι τοῦ Οὐινίου κράτος, αὐτῷ δὲ μηδέποτε τοῦ Γάλβα στῆναι πλησίον ἐγγεγονέναι μηδὲ ἐντυχεῖν ἰδίᾳ, πάντων αὐτὸν ὑφορωμένων καὶ διαφυλαττόντων, ἐθορυβήθη·

というのも、ニンフィディウスは、ガルバのもとへいわば偵察として派遣していたゲッリアヌスが自らのもとに帰還するや、親衛隊および護衛兵の長官にはコルネリウス・ラコが任命され、全権はウィニウスのものとなっており、しかも全員が彼を警戒して厳重に見張っていたためにガルバの身近に寄ることすら一度も許されず、個人的に対面することも叶わなかったと聞かされて動揺したからである。

§13.2

καὶ συναγαγὼν τοὺς ἡγεμόνας τοῦ στρατεύματος ἔφη Γάλβαν μὲν αὐτὸν εἶναι πρεσβύτην ἐπιεικῆ καὶ μέτριον, ἐλάχιστα δὲ τοῖς αὑτοῦ χρώμενον λογισμοῖς ὑπὸ Οὐινίου καὶ Λάκωνος οὐκ εὖ διοικεῖσθαι. πρὶν οὖν λαθεῖν αὐτοὺς ἣν ἔσχε Τιγελλῖνος ἰσχὺν ἐν τοῖς πράγμασι κτησαμένους,1 πεμπτέον εἶναι πρὸς τὸν ἡγεμόνα πρέσβεις ἀπὸ στρατοπέδου τοὺς διδάξοντας ὅτι τῶν φίλων δύο μόνους τούτους ἀποσκευασάμενος ἡδίων παρέσται πᾶσι καὶ ποθεινότερος.

そこで彼は軍の指揮官たちを招集し、ガルバ自身は温厚で節度ある老人だが、自分自身の思慮をほとんど働かせず、ウィニウスとラコによってよからぬ差配をされていると述べた。それゆえ、かつてティゲッリヌスが国政において握っていたような権力を二人が知らぬ間に手中に収めてしまう前に、軍営から総督のもとへ使節を派遣し、友人のうちこの二人だけを遠ざければ、すべての人にとってより快く、より待ち望まれる存在となるであろうと説くべきであるとした。

§13.3

ἐπεὶ δὲ ταῦτα λέγων οὐκ ἔπειθεν, ἀλλʼ ἄτοπον ἐδόκει καὶ ἀλλόκοτον ἡγεμόνα πρεσβύτην, ὥσπερ ἄρτι γευόμενον ἐξουσίας μειράκιον, οἷς χρήσεται φίλοις ἢ μή, ῥυθμίζειν,2 ἑτέραν ὁδὸν τραπόμενος ἔγραφε τῷ Γάλβᾳ δεδιττόμενος, νῦν μὲν ὡς ὕπουλα καὶ μετέωρα πολλὰ τῆς πόλεως ἐχούσης, νῦν δὲ Κλώδιον Μάκρον ἐν Λιβύῃ τὰ σιτηγὰ κατέχειν, αὖθις δὲ παρακινεῖν τὰ Γερμανικὰ τάγματα, καὶ περὶ τῶν ἐν Συρίᾳ καὶ Ἰουδαίᾳ δυνάμεων ὅμοια πυνθάνεσθαι.

しかし、このように語っても彼らを説得することはできず、老齢の軍司令官に対し、あたかも権力を味わったばかりの若者であるかのように、誰を友人とし誰を避けるべきかを指図するのは不穏当で奇異なことであると思われたため、彼は別の方策に転じ、ガルバを怖がらせようと手紙を送り始めた。ある時はローマ市内に多くの危険や動揺が潜んでいるとし、またある時はリビュアのクロディウス・マケルが穀物輸送船を差し押さえている、あるいはゲルマニアの軍団が不穏な動きを見せている、さらにはシリアやユダヤの軍勢についても同様の事態を耳にしている、と書き送った。

§13.4

τοῦ δὲ Γάλβα μὴ πάνυ τὸν νοῦν προσέχοντος αὐτῷ μηδὲ πιστεύοντος ἔγνω προεπιχειρεῖν καίτοι Κλώδιος Κέλσος Ἀντιοχεύς, ἀνὴρ ἔμφρων, εὔνους δὲ ἐκείνῳ καὶ πιστός, ἀπηγόρευε, λέγων οὐκ ἂν οἴεσθαι μίαν ἐν Ῥώμῃ συνοικίαν Καίσαρα προσειπεῖν Νυμφίδιον. ἀλλὰ πολλοὶ κατεγέλων, καὶ Μιθριδάτης ὁ Ποντικὸς ἐπισκώπτων τὴν φαλακρότητα καὶ ῥυσσότητα τοῦ Γάλβα νῦν ἔφη τινὰ δοκεῖν εἶναι Ῥωμαίοις, ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃς καλεῖται Καῖσαρ, ὄνειδος.3

しかし、ガルバが彼にまったく意を払わず信用もしなかったため、彼は先手を打って実力行使に出ることを決意した。もっとも、アンティオキア出身のクロディウス・ケルススは思慮分別があり、彼に好意を抱く忠実な人物で、ローマの長屋ひとつとしてニンフィディウスをカエサルと呼ぶとは思えないと言って思いとどまらせようとはした。しかし多くの者たちは嘲笑し、ポントス出身のミトリダテスは、ガルバの禿頭としわだらけの容貌をからかいながら、今はローマ人たちに大した人物のように思われているが、ひとたび姿を見せれば、彼がカエサルと呼ばれているこの日々にとって恥辱となることが露呈するであろう、と言った。

構文注3 件
  1. 13.2πρὶν οὖν λαθεῖν αὐτοὺς ἣν ἔσχε Τιγελλῖνος ἰσχὺν ἐν τοῖς πράγμασι κτησαμένους

    接続詞 πρίν が不定詞 λαθεῖν を導き、その意味上の主語である対格 αὐτούς(ウィニウスとラコ)に補足分詞 κτησαμένους が一致している。λανθάνω +分詞構文(「知らぬ間に〜する」「〜することが気づかれない」)が πρίν 構文の中に組み込まれた形であり、「彼らが権力を手中に収めてしまうことが皆に気づかれないうちに」すなわち「彼らが知らぬ間に権力を確立してしまう前に」という意味を表す。

  2. 13.3ἡγεμόνα πρεσβύτην, ὥσπερ ἄρτι γευόμενον ἐξουσίας μειράκιον, οἷς χρήσεται φίλοις ἢ μή, ῥυθμίζειν

    非人称表現 ἄτοπον ἐδόκει καὶ ἀλλόκοτον の真の主語となる不定詞句の構造。不定詞 ῥυθμίζειν(「規律する、指図する」)の直接目的語が ἡγεμόνα πρεσβύτην(老齢の指導者)であり、間接疑問節 οἷς χρήσεται φίλοις ἢ μή(「誰を友として用いるべきか、あるいは用いないべきか」)がその指図の内容・領域を限定している。ὥσπερ 以下の挿入句は直前の老司令官との対比として対格 μειράκιον を置いている。

  3. 13.4ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃς καλεῖται Καῖσαρ, ὄνειδος

    間接話法における対格不定詞構文。不定詞 φανεῖσθαι の意味上の主語(ガルバ)は省略されており、受動相アオリスト分詞 ὀφθέντα(「見られたなら/姿を現したときには」)はその省略された対格主語と一致する条件・時を表す付帯分詞。述語名詞は中性名詞 ὄνειδος(「恥辱、不名誉」)であり、属格 τῶν ἡμερῶν τούτων は関係詞節 ἃς καλεῖται Καῖσαρ を伴って ὄνειδος に係る関連・所属の属格(「彼がカエサルと呼ばれているこれらの日々にとっての恥辱」)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:13.1-13.4