← プルタルコス

アルタクセルクセス伝

§7.1-7.4

アルタクセルクセスの迎撃とキュロス軍の動揺

アルタクセルクセス王は当初消極的と見られていたが、テリバゾスの諫言を受けて突如大軍を率いて現れ、油断していたキュロス軍を混乱に陥れるとともに、規律ある行軍と鎌戦車の配置で威勢を示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν1 ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον.

キュロスが進軍してくると、王はすぐには戦わない決心をしており、彼と刃を交えるのを急ぎはせず、諸軍が各地からそこに集結するまでペルシスにとどまっている、という風聞や風説がもたらされた。王は平原を貫いて四百スタディオンにわたり幅十オルギュイア、深さも同等の壕を掘らせていたからである。そしてキュロスがこの壕の内側に進み入り、バビロンそのものから遠くない地点に至るのをみすみす許したのである。

§7.2

Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι2 τὴν ταχίστην.

しかし人々が言うには、テリバゾスが最初に敢えて口を開き、敵を避けて戦いから逃れ、メディアやバビロン、さらにスサまでも手放してペルシスに引きこもるべきではない、敵の何倍もの軍勢を擁し、キュロスよりも思慮深く戦いにおいても優れた太守や将軍らを無数に擁しているのに、と言ったため、王は大急ぎで決戦に及ぶべく出動した。

§7.3

καὶ τὸ μὲν πρῶτον ἐξαίφνης καταφανεὶς ἐνενήκοντα μυριάσι στρατοῦ διακεκοσμημέναις λαμπρῶς, τοὺς πολεμίους ἀσυντάκτους καὶ ἀνόπλους διὰ τὸ θαρρεῖν καὶ καταφρονεῖν ὁδοιποροῦντας ἐξέπληξε καὶ συνετάραξεν, ὥστε σὺν θορύβῳ καὶ βοῇ πολλῇ μόλις εἰς τάξιν καθίστασθαι τὸν Κῦρον· ἔπειτα σιγῇ καὶ σχέδην ἐπάγων θαῦμα τοῖς Ἕλλησι τῆς εὐταξίας παρεῖχε, κραυγὰς ἀτάκτους καὶ σκιρτήματα καὶ πολὺν τάραχον αὐτῶν καὶ διασπασμὸν ἐν πλήθει τοσούτῳ προσδεχομένοις.

そしてまず第一に、見事に整列した九十万の軍勢とともに突如として姿を現し、自信と侮りゆえに隊列を崩し武装も解いて行軍していた敵を狼狽させ動揺させたので、キュロスは大きな騒動と叫び声の中で辛うじて隊列を整える始末であった。続いて、静粛のうちに緩歩で軍を進め、ギリシア人たちにその規律の正しさで驚嘆を与えた。彼らはこれほどの大軍であれば、無秩序な叫喚や跳躍、大きな混乱や隊列の分裂が生じるだろうと予期していたのである。

§7.4

εὖ δὲ καὶ κατὰ τοὺς Ἕλληνας ἀντέταξε τῶν δρεπανηφόρων τὰ ῥωμαλεώτατα πρὸ τῆς ἑαυτοῦ φάλαγγος, ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα3 τὰς τάξεις βίᾳ τῆς εἰσελάσεως.

さらに王は、白兵戦に至る前にその突進の威力によって隊列を分断する目的で、ギリシア軍に対しても自身のファランクスの前方に鎌戦車のうち最も頑強なものを巧みに配置した。

構文注3 件
  1. 7.1ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν

    接続詞 ὡς に独立属格(βασιλέως ... ἐγνωκότος οὐδὲ ... σπεύδοντος)が続く構文で、不定詞 μάχεσθαι は ἐγνωκότος に、συνδραμεῖν は σπεύδοντος に従属する補完不定詞であり、後半の ἀλλʼ ... ὑπομένειν も ἐγνωκότος にかかる(あるいは間接話法の不定詞へ転じたものとも解される)。意味上は「王が直ちに戦う決断をしておらず〜ペルシスにとどまるつもりである」という噂(φῆμαι καὶ λόγοι)の内容を叙述している。

  2. 7.2Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ... ὥρμησε διαγωνίσασθαι

    文頭の Τηριβάζου ... πρώτου τολμήσαντος εἰπεῖν は独立属格で時の起点・動機を示し、後続の間接話法(ὡς οὐ δεῖ...)や分詞句(ἔχοντα...)を挟んで、主節の動詞 ὥρμησε(主語は文脈上王アルタクセルクセス)に帰着する長大な文構造を持つ。文頭の独立属格と主節の動詞が大きく離隔している点に注意。

  3. 7.4ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα

    ὡς + 未来分詞(διακόψοντα、主節の目的語である中性複数の τὰ ῥωμαλεώτατα を修飾)の構文で、主語側の意図や目的「〜するつもりで」を表す。その直前に πρὶν + 不定詞(ἐν χερσὶ γενέσθαι「白兵戦・接近戦になる前に」)の句が挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:7.1-7.4