← プルタルコス

アルタクセルクセス伝

§3.1-3.5

即位式でのキュロスの暗殺計画と母による助命

パサルガダイでの即位式に臨んだアルタクセルクセスに対し、ティサフェルネスらがキュロスの暗殺計画を告発するが、母パリュサティスの必死の哀願によってキュロスは処刑を免れ、任地へと送り返される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

ὀλίγῳ δʼ ὕστερον ἢ τελευτῆσαι Δαρεῖον ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν1 ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων, ἔστι δὲ θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾶν ἂν τις εἰκάσειεν.

ダレイオスが世を去ってまもなく、王はペルシア人の神官たちによって王位即位の秘儀を受けるためにパサルガダイへと馬を進めた。そこにはアテナに比定されるであろう戦の女神の神殿がある。

§3.2

εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δὲ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερʼ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις.

秘儀を受ける者はこの神殿に入ると、自分の固有の衣服を脱ぎ捨て、かつてのキュロスが王となる前に身につけていた衣服を着用し、干し無花果の菓子を口にしてテレビンを噛み、酸乳を杯一杯飲み干さねばならない。これらに加えてさらに別の事柄を行うのかどうかは、部外者には明らかでない。

§3.3

ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου.

アルタクセルクセスがまさにこれらを行おうとしていたとき、ティサフェルネスが一人の神官を伴って彼のもとにやって来た。その神官はキュロスが子供たちの中にいた頃に定めの教育の監督官となり、彼にマギの術を教えた人物で、キュロスが王に指名されなかったことをペルシア人の誰よりも悔しがっていると見られていた。それゆえ、キュロスを告発する際にも信用を得たのである。

§3.4

κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν,2 οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως.

彼の告発するところによれば、キュロスは神殿の中で待ち伏せをし、王が衣服を脱ぐときに襲撃して殺害しようと企んでいるとのことであった。この中傷がもとで捕縛が行われたと述べる者たちもいれば、キュロスは実際に神殿に入り込み、隠れていたところをその神官によって引き渡されたのだと述べる者たちもいる。

§3.5

μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο3 καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.

キュロスがまさに処刑されようとしていたとき、母が彼を両腕で抱き締め、巻き毛を巻き付け、彼の首を自らの首にぴったりと押し当てて、激しく嘆き悲しみ哀訴して赦免を懇願し、再び海辺へと送り返した。しかし彼はその支配権に満足することもなく、釈放されたことではなく捕縛されたことを心に留め、怒りのゆえに以前にも増して王位への野心に燃えたぎっていた。

構文注3 件
  1. 3.1τελεσθείη τὴν βασιλικὴν τελετὴν

    τελέω の受動態アオリスト希求法(τελεσθείη)に同族対格 τὴν βασιλικὴν τελετήν が付随している構文。能動態で同族対格を取る動詞が受動態になってもその対格を保持する用法であり、「王位即位の秘儀を授けられる」の意。

  2. 3.4ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν

    κατηγόρει の間接話法構文。主語キュロスを明示しない ὡς + 属格分詞 μέλλοντος(告発理由・内容の主観的提示)から始まり、等位接続詞 καί を挟んで不定詞 ἐπιτίθεσθαι καὶ διαφθείρειν へと構文が推移している。不定詞は μέλλοντος の補足不定詞と並列に読まれるか、あるいは間接話法としての不定詞構文に転換したものとして把握される。

  3. 3.5μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ... παρῃτήσατο

    文全体の主語は ἡ μήτηρ であり、主動詞 παρῃτήσατο の目的語として文頭の対格句 μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν が置かれている(離隔構文)。παραιτέομαι は対格目的語を伴って「請願して処罰・死から救う、赦免を請い受ける」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:3.1-3.5