- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:29.1-29.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ダレイオスの暗殺計画が宦官の密告により事前に露見し、アルタクセルクセスは自ら罠を仕掛けて首謀者たちを確認したのち退避する。ティリバゾスは抵抗の末に討ち取られ、捕縛されたダレイオスは王室裁判を経て処刑される。
ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τηριβάζῳ· καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.1
そこでダレイオスは身をティリバゾスに委ねた。すでに多くの者が加担していたが、ある宦官が王にその陰謀と手口を明かした。夜間に寝室へと乱入し、横たわっている王を殺害することを彼らが決議したと正確に知っていたからである。アルタクセルクセスはこれを聞いて、告発を軽視してこれほど重大な危険を見過ごすことも恐ろしいことと思えたが、何の確証もないまま信じることはさらに恐ろしいことと思えた。
οὕτως οὖν ἐποίει· τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν, αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ θυρώσας κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας, ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον ἢ τῶν ἐπʼ αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι σαφῶς ἕκαστον.
そこで彼は次のように計らった。宦官には陰謀者たちのもとに控え、同行し続けるよう命じた。自らは寝室の寝台の後ろの壁を打ち抜いて扉を設け、その扉を垂れ幕で覆い隠した。そして定刻となり、宦官が好機を告げると、寝台にとどまり、自分に向かって来る者たちの顔を見届けて銘々をはっきりと識別するまでは起き上がらなかった。
ὡς δὲ εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν εἰς τὸ ἐντὸς οἴκημα καὶ τὰς θύρας ἐπήρραξε κράζων. ὀφθέντες οὖν οἱ σφαγεῖς ὑπʼ αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τηρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας.
彼らが短剣を抜いて襲いかかってくるのを見るや、王は素早く幕を持ち上げて奥の部屋へと退避し、叫び声を上げながら扉を激しく閉ざした。こうして刺客たちは王に目撃されながらも何も成し遂げられず、扉を通って逃げ去り、ティリバゾスの一味にも事が露見したとして立ち去るよう命じた。
οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον ὁ δὲ Τηρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε, τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς,2 οὐ παρὼν αὐτός, ἀλλʼ ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν.
他の者たちは四散して逃亡したが、ティリバゾスは捕縛されそうになると王の親衛兵を多数殺害し、遠方から投げ槍に打たれてかろうじて倒された。一方、子どもたちとともに連行されたダレイオスに対し、王は自らは同席せず、告発を他者に委ねて王室裁判官たちを着座させ、廷吏たちに銘々の判決文を書き留めて自らのもとへ報告するよう命じた。
ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως.
裁判官全員が一様に意見を述べてダレイオスに死刑を宣告すると、廷吏たちは彼を捕縛して隣室へと連行した。呼び出された死刑執行人は、処刑される者たちの首を刎ねる剃刀を手にしてやって来たが、ダレイオスを見るや驚愕し、王に対して自らの手で危害を加えることなどできず、恐れ多くてなし得ないかのように、扉を見つめながら後ずさりした。
ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον. ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν· τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν3 εὐφραίνεσθε ἀπιόντες, ὦ Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν ὁ μέγας Ὠρομάζης δίκην ἐπιτέθεικεν.
しかし外から裁判官たちが脅しつけ命じるので、彼は向き直り、片方の手でダレイオスの髪をつかんで引き倒すと、剃刀でその首を切り落とした。だが一説によると、裁判は王自身の面前で行われ、ダレイオスは数々の証拠によって追い詰められると平伏して慈悲を乞い嘆願したが、王は怒りのあまり立ち上がると、短剣を抜いて彼を殺すまで斬りつけたという。それから王は前庭へと進み出て、太陽神を拝礼し、次のように言ったという。 「ペルシアの人々よ、歓喜して立ち去り、不法にして掟に背くことを企てた者たちに、大いなるオロマズデスが懲罰を下されたと他の者たちに告げるがよい。」
- 29.1ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.
文頭の ἀκούσαντι ... τῷ Ἀρτοξέρξῃ は非人称的表現 δεινὸν ἐδόκει に対する関与・判断の与格(「アルタクセルクセスにとって…と思えた」)である。これに対し、不定詞 παριδεῖν の意味上の主語を表す分詞 ἀμελήσαντα は与格ではなく対格を取っている。これは文法的な格の一致を離れ、対格不定詞構文(A.c.I.)の主語としての対格形が独立して現れた構文(格の不一致)である。
- 29.4τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς
τῷ Δαρείῳ ... ἀναχθέντι は与格であり、句全体の意味上の中心である「裁判官を着座させた」および「判決を自らに報告するよう命じた(ἐκέλευσεν)」に対する不利益の与格(または関与の与格)として機能している。文全体の主語はアルタクセルクセス王であるが明示されておらず、分詞 καθίσας(他動詞「着座させて」)および主動詞 ἐκέλευσεν の主語として文脈上補われる。
- 29.6ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν· τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν
ἔνιοι δέ φασι(「ある人々は…と言う」)によって導かれる間接話法(対格不定詞構文)が、文をまたいで継続している長大な構造。不定詞は順に γενέσθαι、δεῖσθαι καὶ ἱκετεύειν、そして改行を挟んで τὸν δὲ(王を指す対格主語)に係り τύπτειν、さらに προελθόντα(分詞)ののち προσκυνῆσαι および εἰπεῖν へと連なっている。文脈上、直接話法への復帰ではなく、異説の報告全体が間接話法の不定詞として維持されている点に注意を要する。
