← プルタルコス

アルタクセルクセス伝

§26.1-26.5

ダレイオスの後継者指名とアスパシアの要求

老齢のアルタクセルクセスはオコスの野心を抑えるために長男ダレイオスを王位継承者に指名するが、ダレイオスは慣習に基づく贈り物として亡き小キュロスの愛妾アスパシアを所望する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.1

ὁ δὲ Ἀρτοξέρξης ἤδη πρεσβύτερος ὢν ᾐσθάνετο τοὺς υἱοὺς ἀγῶνα περὶ τῆς βασιλείας ἐν τοῖς φίλοις καὶ τοῖς δυνατοῖς ἔχοντας, οἱ μὲν γὰρ εὐγνώμονες ἠξίουν, ὡς ἔλαβεν αὐτός, οὕτως ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν,1 ὁ δὲ νεώτατος Ὦχος ὀξὺς ὢν καὶ βίαιος εἶχε μὲν καὶ τῶν περὶ τὸ βασίλειον οὐκ ὀλίγους σπουδαστάς, ἤλπιζε δὲ μάλιστα κατεργάσεσθαι τὸν πατέρα διὰ τῆς Ἀτόσσης.

アルタクセルクセスはすでに高齢に達しており、息子たちが友人たちや有力者たちの間で王位をめぐって争っていることに気づいていた。分別のある者たちは、王自身が受け継いだのと同様に、長子の特権としてダレイオスに支配権を譲るべきだと考えていた。しかし末子のオコスは、気性が激しく強引であり、宮廷にいる者たちの中にも少なからぬ支持者を持っていたが、とりわけアトッサを通じて父を意のままに動かすことを望んでいた。

§26.2

ἐκείνην γὰρ ἐθεράπευεν ὡς γαμησομένην καὶ συμβασιλεύσουσαν αὐτῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν. ἦν δὲ λόγος ὅτι καὶ ζῶντος ἐλάνθανεν αὐτῇ πλησιάζων, ἀλλὰ τοῦτο μὲν ἠγνόησεν ὁ Ἀρτοξέρξης· ταχὺ δὲ βουλόμενος ἐκκροῦσαι τῆς ἐλπίδος τὸν Ὦχον, ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν,2 ἀνέδειξε τὸν Δαρεῖον βασιλέα πεντηκοστὸν ἔτος γεγονότα, καὶ τὴν καλουμένην κίταριν ὀρθὴν φέρειν ἔδωκε.

というのも、彼は父の死後には彼女と結婚して王位を共にすることを約束して機嫌を取っていたからである。また、父の存命中にもひそかに彼女に通じていたという噂もあったが、このことをアルタクセルクセスは知らなかった。しかし、オコスがキュロスと同じ暴挙を敢行してふたたび戦争と内紛が王国を襲うことのないよう、彼の野心を速やかに挫くことを望んだ王は、五十歳になっていたダレイオスを王として指名し、いわゆるキタリス(王冠)を直立して被ることを許した。

§26.3

νόμου δὲ ὄντος ἐν Πέρσαις δωρεὰν αἰτεῖν τὸν ἀναδειχθέντα καὶ διδόναι τὸν ἀναδείξαντα πᾶν τὸ αἰτηθὲν, ἄνπερ ᾖ δυνατόν, ᾔτησεν Ἀσπασίαν ὁ Δαρεῖος τὴν μάλιστα σπουδασθεῖσαν ὑπὸ Κύρου, τότε δὲ τῷ βασιλεῖ παλλακευομένην. ἦν δὲ Φωκαῒς τὸ γένος ἀπʼ Ἰωνίας, ἐλευθέρων γονέων καὶ τεθραμμένη κοσμίως.

ところでペルシアには、指名された者が贈り物を求め、指名した者は求められたものを可能である限りすべて与えなければならないという慣習があったため、ダレイオスはキュロスが最も寵愛し、その当時は王の側室となっていたアスパシアを求めた。彼女はイオニアのフォカイアの生まれで、自由人の両親を持ち、慎み深く育てられていた。

§26.4

ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθʼ ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι προσπαίζοντος αὐτοῦ καὶ ἁπτομένου καὶ σκώπτοντος οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, ἐκείνη δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν, οἰμώξεται μέντοι τούτων, εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας3 ἔδοξεν οὖν ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ ἄγροικος.

キュロスの食事の席に彼女が他の女たちとともに連れてこられた時、他の女たちは傍らに座り、彼がふざけかけたり、触れたり、冗談を言ったりするのを嫌がらずに親愛の情を受け入れていたが、彼女だけは寝台のそばに沈黙して立ち、キュロスが呼んでも応じなかった。そして宦官たちが彼女を連れて行こうとすると、「しかし、こいつらのうち私に手をかける者は誰であれ、痛い目に遭うでしょう」と言ったため、同席した者たちには愛想がなく無作法であると思われた。

§26.5

ὁ δὲ Κῦρος ἡσθεὶς ἐγέλασε, καὶ εἶπε πρὸς τὸν ἀγαγόντα τὰς γυναῖκας, ἆρα ἤδη συνορᾷς ὅτι μοι μόνην ταύτην ἐλευθέραν καὶ ἀδιάφθορον ἥκεις κομίζων; ἐκ δὲ τούτου προσεῖχεν ἀρξάμενος αὐτῇ, καὶ μάλιστα πασῶν ἔστερξε καὶ σοφὴν προσηγόρευσεν. ἑάλω δὲ Κύρου πεσόντος ἐν τῇ μάχῃ καὶ διαρπαζομένου τοῦ στρατοπέδου.

だがキュロスは喜んで笑い、女たちを連れてきた者に向かって言った。 「そなたは私のもとに、この者ただ一人だけを自由で汚れのない身として連れてきたのだと、今になってようやく気づいたか」これ以後キュロスは彼女を重んじるようになり、誰よりも愛して「賢女」と呼んだのである。彼女はキュロスが戦死し、陣営が略奪された際に捕らえられたのであった。

構文注3 件
  1. 26.1ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν

    πρεσβεῖα は「長子の特権・権利」を表す対格で、目的語 τὴν ἀρχήν(支配権)に対する同格または述語的対格として機能している(「長子の権利として王権をダレイオスに残す」)。

  2. 26.2ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν

    ὅπως μή 節の内部に属格絶対構文 τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ(彼がキュロスと同じことを敢行した場合に/敢行することによって)が挿入されている。Κύρῳ は τὰ αὐτά に伴う連帯・比較の与格(「キュロスと同じこと」)。ὅπως μή 節の主語は πόλεμοι καὶ ἀγῶνες、動詞は接続法 καταλάβωσι。

  3. 26.4οἰμώξεται μέντοι τούτων, εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας

    τούτων は部分の属格で、関係代名詞節 ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας の先行詞に相当する。「これらの者(部屋にいる宦官・従者たち)のうち、私に手を伸ばす者は誰であれ後悔することになるだろう(痛い目に遭うだろう)」という構造。οἰμώζω の未来形 οἰμώξεται は「悲鳴を上げる、手痛い目に遭う」という威嚇の慣用句。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:26.1-26.5