- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:20.1-20.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュロス軍のギリシア人傭兵の生還によってペルシアの脆弱さが露呈し、スパルタ王アゲシラオスがアジアへ出兵して優勢に立つが、アルタクセルクセスは金貨による買収工作でギリシア本土に戦争を起こさせて彼を撤退させる。
ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν,1 ἐξελέγξαντες καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν, πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι2 τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπʼ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν.
王はキュロスに勝利して王権を確固たるものにすることに劣らず、キュロスとともに進軍したギリシア人たちを捕らえようと熱望したものの、彼らを捕らえることができず、それどころか彼らは指導者キュロスと自分たちの将軍たちを失いながらも、ほとんど王宮そのものから脱出して無事に生還し、ペルシア人と王の内情が多額の黄金と贅沢と女たちにすぎず、それ以外は虚飾と自惚れにすぎないことを暴いて露わにしたので、ギリシア全土が奮い立って異民族を見下すようになり、スパルタ人たちにとっても、今こそアジアに居住するギリシア人たちを隷属から救い出さず、彼ら異民族によって凌辱されるのを止めさせないことは言語道断に思われた。そこで以前にはティブロンを通じて、次にはデルキュリダスを通じて戦ったものの、特筆すべき成果を何一つ挙げられなかったため、彼らは王アゲシラオスに戦争を委ねた。
ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα.
アゲシラオスは船でアジアへ渡ると直ちに活発に行動し、大きな名声を博し、ティッサフェルネスとの会戦に勝利し、諸都市を離反させた。これらの事態が生じたため、アルタクセルクセスは彼らに対してどのような方法で戦うべきかを悟り、ロドス人のティモクラテスに多額の金を持たせてギリシアへ派遣し、諸都市で最も実力のある者たちに金を与えて買収し、スパルタに対するギリシア人同士の戦争を引き起こすよう命じた。
τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως·3 τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.
ティモクラテスがこれらを実行し、最強の諸都市が結託してペロポネソス半島が混乱に陥ると、スパルタの執政官たちはアゲシラオスをアジアから呼び戻した。まさにその時、立ち去るにあたってアゲシラオスは友人たちに対し、自分は王によって三万の射手をもってアジアから追い払われるのだと言ったと伝えられている。ペルシアの貨幣には射手の刻印が施されていたからである。
- 20.1ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν
構文的な主語の転換(破格構文、アナコルートン)が見られる。文頭では ὁ βασιλεὺς が主語として始まり、従属節 ἐπεὶ δὲ ... οὐκ ἔλαβεν(「王は……捕まえようと熱望したものの捕まえられず」)と置かれているが、ἀλλὰ 以下では対比のためにギリシア兵たちを意味上の主語とする分詞 ἀποβαλόντες および定動詞 ἐσώθησαν へと構文が滑らかに移行している。
- 20.2δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι
非人称的表現 δεινὸν ἐφαίνετο(「耐え難いことに思われた」)に続く否定詞付き不定詞句。感情を表す形容詞・動詞に後続する否定辞 μή を伴う不定詞で、「少なくとも今この時に、隷属から救い出さないことは耐え難い・言語道断である」という義務感・緊迫感を表す。
- 20.4ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως
間接話法における希求法(ἐξελαύνοιτο)。上位の伝達動詞 εἰπεῖν(アオリスト不定詞)が過去を表すため、直説法(ἐξελαύνομαι)から希求法に交替している。τρισμυρίοις τοξόταις は具格的与格(手段の与格)で、続く注記にある通り、弓兵が刻印されたダレイコス金貨3万枚を擬人化・比喩的に表現したものである。
