← プルタルコス

アラトス伝

§9.1-9.6

ニコクレスの逃亡とシキュオンのアカイア同盟加盟

ニコレクス邸が炎上して僭主は逃亡し、アラトスは無血でシキュオンを解放するが、帰還亡命者による財産紛争に直面し、都市をアカイア同盟に加盟させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ τυράννου πῦρ ἐπιφέροντες. ἤρθη δὲ φλὸξ μεγάλη καὶ καταφανὴς μέχρι Κορίνθου τῆς οἰκίας ἀναφθείσης, ὥστε θαυμάσαντας τοὺς ἐν Κορίνθῳ παρὰ μικρὸν ὁρμῆσαι1 πρὸς τὴν βοήθειαν. ὁ μὲν οὖν Νικοκλῆς ἔλαθε διά τινων ὑπονόμων ὑπεκδὺς καὶ ἀποδρὰς ἐκ τῆς πόλεως, οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν. καὶ οὔτε ταῦτα ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δὲ οὐδεὶς οὐδὲ ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.

その時人々は、かねてより待ち望んでいたものが到来したと信じ、火を手に一斉に僭主の門へと突進した。屋敷が火を放たれると、火炎は高く燃え上がりコリントスからも見えるほどであったため、コリントスの人々は驚愕して危うく救援に駆けつけようとしたほどであった。他方、ニコクレスは地下道を通って密かに脱出し、都市から逃亡した。兵士たちはシキュオンの市民たちとともに火を消し止めると、屋敷を略奪した。アラトスはこれらを妨げず、僭主たちの残された財産を市民のために公共のものとした。また、攻撃した者からも敵からも、死傷者は一人として出ず、運命はこの企てを同胞の血で汚されることなく清らかなまま守り抜いたのであった。

§9.3

κατήγαγε δὲ φυγάδας τοὺς μὲν ὑπὸ Νικοκλέους ἐκπεπτωκότας ὀγδοήκοντα, τοὺς δὲ ἐπὶ τῶν ἔμπροσθεν τυράννων οὐκ ἐλάττους πεντακοσίων, οἷς μακρὰ μὲν ἡ πλάνη καὶ ὁμοῦ τι πεντηκονταετὴς ἐγεγόνει. κατελθόντες δὲ οἱ πλεῖστοι πένητες, ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο,2 καὶ βαδίζοντες ἐπὶ τὰ χωρία καὶ τὰς οἰκίας δεινὴν ἀπορίαν τῷ Ἀράτῳ παρεῖχον, ἐπιβουλευομένην μὲν ἔξωθεν καὶ φθονουμένην ὑπʼ Ἀντιγόνου τὴν πόλιν ὁρῶντι διά τὴν ἐλευθερίαν, ταραττομένην δὲ ὑφʼ αὑτῆς καὶ στασιάζουσαν.

アラトスは亡命者たちを呼び戻したが、ニコクレスによって追放された者が八十名、以前の僭主たちによって追放された者が五百人を下らず、彼らの流浪は長く、およそ五十年に及んでいた。帰還した亡命者の大半は貧困に喘ぎ、かつて所有していた財産を占拠し、土地や邸宅へと向かってはアラトスに深刻な難題を突きつけた。彼は、都市が自由を得たことによって外部から謀られ、アンティゴノスから妬まれる一方で、内部では自ら混乱し内紛に陥っているのを目にしていたのである。

§9.4

ὅθεν ἐκ τῶν παρόντων ἄριστα κρίνας προσέμιξεν αὐτὴν φέρων τοῖς Ἀχαιοῖς· καὶ Δωριεῖς ὄντες ὑπέδυσαν ἑκουσίως ὄνομα καὶ πολιτείαν τὴν Ἀχαιῶν οὔτε ἀξίωμα λαμπρὸν οὔτε μεγάλην ἰσχὺν ἐχόντων τότε. μικροπολῖται γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτε ἄφθονον ἐκέκτηντο, καὶ θαλάττῃ προσῴκουν ἀλιμένῳ, τὰ πολλὰ κατὰ ῥαχίας ἐκφερομένῃ πρὸς τὴν ἤπειρον.

そこで彼は現状において最善と判断し、都市を携えてアカイア同盟に合流させた。彼らはドーリス人でありながら、自ら進んでアカイア人の名と政体を帯びたのであるが、当時のアカイア人は輝かしい名声も大きな力も持っていなかった。というのも、彼らの多くは小都市の住民であり、肥沃でも豊かでもない土地を領有し、大半が岩礁となって本土へと打ち寄せる港のない海に面して暮らしていたからである。

§9.5

ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν, ὁσάκις τύχοι κόσμου καὶ συντάξεως ὁμοφρονούσης καὶ νοῦν ἔχοντος ἡγεμόνος, οἳ τῆς μὲν πάλαι τῶν Ἑλλήνων ἀκμῆς οὐδὲν, ὡς εἰπεῖν, μέρος ὄντες, ἐν δὲ τῷ τότε μιᾶς ἀξιολόγου πόλεως σύμπαντες ὁμοῦ δύναμιν οὐκ ἔχοντες, εὐβουλίᾳ καὶ ὁμονοίᾳ, καὶ ὅτι τῷ πρώτῳ κατʼ ἀρετὴν ἐδύναντο μὴ φθονεῖν, ἀλλὰ πείθεσθαι καὶ ἀκολουθεῖν, οὐ μόνον αὑτοὺς ἐν μέσῳ πόλεων καὶ δυνάμεων τηλικούτων καὶ τυραννίδων διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.3

しかし彼らこそ、ギリシア人の勇気というものが、秩序と一致団結した編制、思慮ある指導者を得たときにはいかに打ち破りがたいものであるかを如実に示した。彼らは、昔のギリシア人の全盛期からすればいわば無に等しい存在であり、当時においても全員合わせても注目に値する一都市の力さえ持たなかったにもかかわらず、良識と協調心、そして徳において第一の者に嫉妬せずむしろ従い追随することができたことによって、これほど強大な諸都市、大勢力、そして僭主たちの只中にありながら、自らを自由なまま守り抜いたのみならず、他のギリシア人をもできる限り多く解放し救い続けたのであった。

構文注3 件
  1. 9.1παρὰ μικρὸν ὁρμῆσαι

    παρὰ μικρόν は「あやうく/もう少しで(〜するところだった)」を意味する慣用句。ここでは結果・程度を表す ὥστε 節の不定詞 ὁρμῆσαι(主語は対格の τοὺς ἐν Κορίνθῳ)にかかり、コリントスの人々が驚きのあまり救援に出動しかけた(実際には出動しなかった)事態を表す。

  2. 9.3ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο

    関係代名詞 ὧν の先行詞 τούτων が省略されており、ἐπελαμβάνοντο [τούτων] ὧν κύριοι πρότερον ἦσαν の構造をなす。動詞 ἐπιλαμβάνομαι は属格補語を伴って「〜を占取する、手中に収める」を意味し、かつて所有者(κύριοι)であった土地や邸宅の占有権を要求したことを指す。

  3. 9.6ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν ... οἳ ... οὐ μόνον αὑτοὺς ... διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.

    第5節から第6節にかけての長大な構文。主節(ἀλλὰ μάλιστα δὴ διέδειξαν...)の主語 οὗτοι を先行詞として、関係代名詞 οἳ が導く長大な関係節が続く。関係節内には譲歩的分詞句(τῆς μὲν... ὄντες, ἐν δὲ... οὐκ ἔχοντες)と手段・理由を示す句群(εὐβουλίᾳ..., καὶ ὅτι...)が挿入され、述語動詞 διεφύλαξαν と διετέλουν(分詞 ἐλευθεροῦντες καὶ σῴζοντες を伴う補充構文)へと展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:9.1-9.6