← プルタルコス

アラトス伝

§52.1-52.3

ピリッポスによるアラートスの毒殺計画

ピリッポスはタウリオンに命じ、徐々に体を蝕む毒薬を用いてアラトスを毒殺させようとする。アラトスは毒殺の企てを悟りながらも沈黙して耐え、友人のケパロンに王との友情の残酷な報酬を吐露する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§52.1

ὅτι γὰρ ἦν μεμιγμένον αἰσχύνῃ καὶ φόβῳ τὸ πρὸς τὸν Ἄρατον αὐτοῦ πάθος ἀπʼ ἀρχῆς συντεθραμμένον, ἐδήλωσεν οἷς ἔπραξε περὶ αὐτόν, ἐπιθυμῶν γὰρ ἀνελεῖν τὸν ἄνδρα καὶ νομίζων οὐδʼ ἂν ἐλεύθερος ἐκείνου ζῶντος εἶναι, μή τί γε τύραννος ἢ βασιλεύς,1 βίᾳ μὲν οὐδὲν ἐπεχείρησε, Ταυρίωνα δὲ τῶν στρατηγῶν τινα καὶ φίλων ἐκέλευσεν ἀδήλῳ τρόπῳ τοῦτο πρᾶξαι, μάλιστα διὰ φαρμάκων, αὐτοῦ μὴ παρόντος.

実際、アラトスに対する彼の心情が初めから恥と恐れが入り混じって育まれたものであったことは、彼がアラトスに対してなした仕打ちによって明らかとなった。彼はアラトスを亡き者にしたいと願い、かの者が生きているかぎり自分は自由の身にさえなれず、ましてや僭主や王などにはなれないと考えていたため、力ずくでは何も企てず、将軍かつ友人の一人であったタウリオンに、自分の不在の折に、人知れぬ手段で、とりわけ毒薬によってこれを実行するよう命じたのである。

§52.2

ὁ δὲ ποιησάμενος τὸν Ἄρατον συνήθη φάρμακον αὐτῷ δίδωσιν, οὐκ ὀξὺ καὶ σφοδρόν, ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶτα οὕτως κατὰ μικρὸν εἰς φθορὰν περαινόντων.2 οὐ μὴν ἔλαθέ γε τὸν Ἄρατον ἀλλʼ ὡς οὐδὲν ἦν ὄφελος ἐλέγχοντι,3 πράως καὶ σιωπῇ τὸ πάθος, ὡς δή τινα νόσον κοινὴν καὶ συνήθη νοσῶν, διήντλει.

そしてタウリオンはアラトスと懇意になったうえで、急激で激しいものではなく、最初は体内に微熱と鈍い咳を引き起こし、それからそのようにして徐々に衰滅へと至らしめる類の毒薬を彼に与えた。アラトスに気づかれなかったわけでは決してないが、告発したところで何の益もないため、彼はあたかも世間並みの普通の病にでも罹患しているかのように、穏やかに、かつ沈黙のうちにその苦痛を耐え忍んでいた。

§52.3

πλὴν ἑνός γε τῶν συνήθων ἐν τῷ δωματίῳ παρόντος ἀναπτύσας δίαιμον, ἰδόντος ἐκείνου καὶ θαυμάσαντος, ταῦτα, εἶπεν, ὦ Κεφάλων, ἐπίχειρα τῆς βασιλικῆς φιλίας.

ただ、親しい者の一人が部屋に居合わせたとき、〔アラトスが〕血の混じったものを吐き出し、その者がこれを見て驚いたのに対し、彼はこう言った。 「これぞ、 ケパロンよ、王との友情の報酬なのだ」と。

構文注3 件
  1. 52.1μή τί γε τύραννος ἢ βασιλεύς

    μή τί γε(あるいは μή τι γε)は「まして〜ではない」「〜どころではない」(ラテン語の nedum に相当)を表す慣用句。先行する否定辞 οὐδέ(οὐδʼ ἂν ἐλεύθερος ... εἶναι)を受けて、「自由の身でさえありえないのに、まして僭主や王などになれるはずもない」という累加的否定を導く。

  2. 52.2ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶτα οὕτως κατὰ μικρὸν εἰς φθορὰν περαινόντων

    属格分詞句 τῶν ... κινούντων ... περαινόντων は、直前の名詞 φάρμακον を受けて「〜の性質を持つ類のもの」「〜の部類に属するもの」を表す部分の属格(あるいは述語的属格)。φάρμακον(中性単数)に対して属格中性複数 τῶν ... περαινόντων (薬の分類・類型)として係っている。

  3. 52.2οὐδὲν ἦν ὄφελος ἐλέγχοντι

    分詞 ἐλέγχοντι は利益・関与の与格であり、条件的なニュアンス(「たとえ告発・糾弾したとしても」)を帯びている。οὐδὲν ἦν ὄφελος(「何の役にも立たなかった」)と結びつき、「糾弾する者にとって何の益もなかった」の意をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:52.1-52.3