- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:47.1-47.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンティゴノスの死後、アイトーリア人がアカイア連合の緩みをついてペロポネソスに侵攻したため、アラートスは任期を繰り上げて迎撃に向かったものの敗北し、無気力に陥ったアカイア側は再びマケドニアのピリッポスに介入を要請した。
τελευτήσαντος δὲ Ἀντιγόνου καταφρονήσαντες Αἰτωλοὶ τῶν Ἀχαιῶν διὰ τὴν ῥᾳθυμίαν ἐθισθέντες γὰρ ἀλλοτρίαις σώζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον1 ἐπέθεντο τοῖς κατὰ Πελοπόννησον πράγμασι· καὶ τὴν μὲν Πατρέων καὶ Δυμαίων λεηλασίαν ὁδοῦ πάρεργον ἐποιήσαντο, τὴν δὲ Μεσσήνην ἐμβαλόντες ἐπόρθουν.
アンティゴノスが没すると、アイトーリア人たちはアカイア人たちをその無気力さゆえに見くびり――アカイア人たちは他人の手で救われることに慣れ、マケドニア人の武力のもとに身を潜め、大いなる怠惰と無秩序の中に日々を送っていたのである――、ペロポネソスの情勢に襲いかかった。そしてパトライ人やデュメー人の領地の略奪を行軍のついでとし、メッセーネーには侵入してこれを劫略した。
ἐφʼ οἷς ὁ Ἄρατος ἀγανακτῶν καὶ τὸν στρατηγοῦντα τότε τῶν Ἀχαιῶν Τιμόξενον ὁρῶν ὀκνοῦντα καὶ διατρίβοντα τὸν χρόνον, ἤδη τῆς στρατηγίας αὐτῷ τελευτώσης, αὐτὸς ᾑρημένος ἄρχειν μετʼ ἐκεῖνον προέλαβεν ἡμέραις πέντε τὴν ἀρχὴν2 ἕνεκα τοῦ βοηθῆσαι Μεσσηνίοις. καὶ συναγαγὼν τοὺς Ἀχαιούς τοῖς τε σώμασιν ἀγυμνάστους ὄντας καὶ ταῖς διανοίαις ἐκλελυμένους πρὸς τὸν πόλεμον ἡττᾶται περὶ Καφύας·
これに対してアラートスは憤慨し、当時アカイア連合のストラテーゴスであったティモクセノスが、すでに任期が終わりかけているのに躊躇して時を空費しているのを見て、彼の後に職に就くよう選出されていた自らの任期を、メッセーネー人を救援するために五日繰り上げて就任した。そして、肉体においては鍛錬を欠き、精神においては戦争に対して緩み切っていたアカイア軍を召集したが、カピュアイの近郊で敗北を喫した。
καὶ θυμικώτερον ἐστρατηγηκέναι δόξας οὕτως αὖ πάλιν ἀπημβλύνθη καὶ προήκατο τὰ πράγματα καὶ τὰς ἐλπίδας, ὥστε πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας3 ἐν τῇ Πελοποννήσῳ μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος.
そして、あまりに激情に駆られて将軍の任を果たしたと見なされたために、今度は逆に気力を挫かれ、事態と希望を投げ出してしまったので、アイトーリア人たちがしばしば攻撃の好機を提供していたにもかかわらず、彼らを容認し、彼らが大いなる放埒と厚顔さをもってペロポネソスでまるで乱痴気騒ぎをしているかのようであるのを見過ごすほどであった。
αὖθις οὖν τὰς χεῖρας ὀρέγοντες εἰς Μακεδονίαν ἐπεσπῶντο καὶ κατῆγον ἐπὶ τὰς Ἑλληνικὰς πράξεις τὸν Φίλιππον, οὐχ ἥκιστα διὰ τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν αὐτοῦ καὶ πίστιν ἐλπίζοντες εὐκόλῳ περὶ πάντα χρήσεσθαι καὶ χειροήθει.
そこでアカイア人たちは再びマケドニアへと救いの手を伸ばし、ピリッポスをギリシアの情勢へと引き寄せ、導き入れた。彼がアラートスに対して抱く好意と信頼のゆえに、万事において彼を御しやすい扱いやすい人物として利用できると、少なからず期待していたのである。
- 47.1ἐθισθέντες γὰρ ἀλλοτρίαις σώζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον
挿入された理由説明節(γάρ 節)において、分詞 ἐθισθέντες, ὑπεσταλκότες および動詞 διῆγον の主語は、直前の属格 τῶν Ἀχαιῶν から意味上引き継がれたアカイア人(主格複数)である。文全体の主語である Αἰτωλοί(主格複数)ではなく、アカイア人の「無気力(ῥᾳθυμία)」の内実を説明している点に注意を要する。
- 47.2προέλαβεν ἡμέραις πέντε τὴν ἀρχὴν
与格 ἡμέραις πέντε は差の度合いを表す与格(dative of degree of difference)であり、動詞 προέλαβεν(先取した、繰り上げた)にかかり、「職務(τὴν ἀρχὴν)を5日間繰り上げて就任した」という意味をなす。
- 47.3πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας
対格分詞句 τοὺς Αἰτωλοὺς παρασχόντας(および κωμάζοντας)は、動詞 ἀνέχεσθαι(容認する)および περιορᾶν(見過ごす)の目的語構文をなす。 παρασχόντας は譲歩的に「好機(λαβήν)を提供していたにもかかわらず」と解され、κωμάζοντας は見過ごされている対象の状態を描写している。
