← プルタルコス

アラトス伝

§38.1-38.8

アラートスの将軍職辞任とアンティゴノスへの接近

アラートスはオルコメノスで勝利を収めた後、クレオメネスの脅威を理由に将軍職を辞任したため、祖国を見捨て敵対関係にあったマケドニア王アンティゴノスを呼び入れたとして後世の歴史家たちから厳しく批判される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38.1

οὕτω δὲ προπηλακισθείς ἐβουλεύσατο μὲν εὐθὺς ἀποθέσθαι τὴν σφραγῖδα καὶ τὴν στρατηγίαν ἀφεῖναι, λογισμῷ δὲ χρησάμενος τότε μὲν ὑπέμεινε, καὶ πρὸς Ὀρχομενὸν ἐξαγαγὼν τοὺς Ἀχαιούς μάχην ἔθετο πρὸς Μεγιστόνουν τὸν Κλεομένους πατρῳόν, ἐν ᾗ κρατήσας τριακοσίους μὲν ἀπέκτεινε, ζῶντα δὲ τὸν Μεγιστόνουν συνέλαβεν.

このように屈辱を受けた彼は、直ちに印章を返上して将軍職を辞任しようと企てたが、理性を働かせてその場は思い留まり、アカイア軍をオルコメノスへと率いてクレオメネスの義父メギストノウスと会戦し、これに勝利して三百人を討ち取り、メギストノウスを生け捕りにした。

§38.2

εἰωθὼς δὲ στρατηγεῖν παρʼ ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη στρατηγός, ἐδόκει δὲ ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία δʼ ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθʼ ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδʼ ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς, ἀλλʼ ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. διὸ καὶ μέμφονται τὸν Ἄρατον ἐν σάλῳ μεγάλῳ καὶ χειμῶνι τῶν πραγμάτων φερομένων ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον ἑτέρῳ τοὺς οἴακας, ὅτε καλῶς εἶχε καὶ ἀκόντων ἐπιστάντα σῴζειν τὸ κοινόν·

一年おきに将軍職を務める慣例となっていたため、順番が回ってきた際、彼は要請されながらも就任を固辞し、ティモクセノスが将軍に選出された。この辞退に際して語られた民衆への怒りは信憑性のない口実であり、真の理由はアカイア同盟を包囲していた情勢であったと見なされた。というのも、クレオメネスはもはや以前のように穏やかに少しずつ前進することも、市民政務官たちの制度に絡め取られることもなく、エフォロイたちを殺害し、土地を再配分し、多くの居留民を市民団へと編入して問責を受けない絶対的権力を掌握したのちは、直ちにアカイア勢に猛攻を仕掛け、自らを盟主の座にふさわしいものとして要求していたからである。それゆえ人々は、国家の情勢が大波と嵐に揺さぶられている最中に、まるで舵手のように舵を放棄して他人に引き渡し、たとえ人々が望まぬとも陣頭に立って国を救うべきであったのにそうしなかったとして、アラートスを非難している。

§38.4

εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι1 φρουραῖς Μακεδόνων, μηδὲ πληρῶσαι τὸν Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδὲ οὓς αὐτὸς ἐν ταῖς πράξεσι καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς ὑπομνήμασι λοιδορῶν διετέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι συμμάχους ὑποκοριζόμενον.

また、もし彼が情勢やアカイア勢の力を絶望視していたのであれば、クレオメネスに屈服すべきであり、マケドニア人の守備隊によってペロポネソスをふたたび蛮族化させたり、アクロコリントスをイリュリア人やガリア人の兵器で満たしたり、また自身が公の活動において計略で出し抜き政策で圧倒し、回想録において終始罵倒していた者たちを、同盟者と言い繕って諸都市の支配者として招き入れるべきではなかった、とも非難される。

§38.5

εἰ δὲ Κλεομένης ἦν, λεγέσθω γὰρ οὕτως, παράνομος καὶ τυραννικός, ἀλλʼ Ἡρακλεῖδαι πατέρες αὐτῷ καὶ Σπάρτη πατρίς, ἧς τὸν ἀφανέστατον ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν.2 καίτοι Κλεομένης ᾔτει τὴν ἀρχὴν παρὰ τῶν Ἀχαιῶν ὡς πολλὰ ποιήσων ἀγαθὰ τὰς πόλεις ἀντὶ τῆς τιμῆς καὶ τῆς προσηγορίας ἐκείνης, Ἀντίγονος δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν αὐτοκράτωρ ἡγεμὼν ἀναγορευθείς οὐχ ὑπήκουσε πρὶν τὸν μισθὸν αὐτῷ τῆς ἡγεμονίας ὁμολογηθῆναι τὸν Ἀκροκόρινθον, ἀτεχνῶς τὸν Αἰσώπου μιμησάμενος κυνηγόν. οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων ἢ τῇ φρουρᾷ καὶ τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι.3

たとえクレオメネスが、そう言っておくとして、不法で僭主的な人物であったとしても、彼の祖先はヘラクレス裔であり、祖国はスパルタであって、ヘラス人の高貴な血統を多少なりとも重んじる者たちにとっては、マケドニア人の筆頭の者よりも、スパルタの最も無名の者の方を指導者に仰ぐ方がふさわしかった。その上クレオメネスは、あの名誉と称号の代償として諸都市に多くの善政を施すつもりでアカイア同盟から最高統治権を求めていた。これに対しアンティゴノスは、陸海双方の全権最高司令官と宣言されながらも、アクロコリントスが盟主就任の報酬として合意されるまでは要求に応じず、まったくイソップの寓話の猟師を真似た。なぜなら彼は、使節や決議によって懇願し自らを差し出してきたアカイア人たちに対し、守備隊と人質によってあたかも轡を嵌められるのを甘受するまでは、彼らに跨がろうとはしなかったからである。

§38.7

καίτοι πᾶσαν ὁ Ἄρατος ἀφίησι φωνὴν ἀπολογιζόμενος τὴν ἀνάγκην, ὁ Πολύβιος δὲ αὐτὸν ἐκ πολλοῦ φησι καὶ πρὸ τῆς ἀνάγκης ὑφορώμενον τὸ θράσος τὸ τοῦ Κλεομένους κρύφα τῷ Ἀντιγόνῳ διαλέγεσθαι, καὶ τοὺς Μεγαλοπολίτας προκαθιέναι δεομένους Ἀχαιῶν ἐπικαλεῖσθαι τὸν Ἀντίγονον. οὗτοι γὰρ ἐπιέζοντο τῷ πολέμῳ μάλιστα, συνεχῶς ἄγοντος αὑτοὺς καὶ φέροντος τοῦ Κλεομένους.

もっともアラートスは、やむを得ぬ必要性であったと弁明するためにあらゆる言葉を尽くしているが、ポリュビオスによれば、彼は必要性に迫られるはるか以前からクレオメネスの向こう見ずな大胆さを警戒し、密かにアンティゴノスと交渉し、メガロポリス人たちを扇動してアカイア同盟にアンティゴノスの招聘を要請させていたという。彼らはクレオメネスから絶えず略奪を受けていたため、この戦争で最も苦しめられていたのである。

§38.8

ὁμοίως δὲ καὶ Φύλαρχος ἱστόρηκε περὶ τούτων, ᾧ μὴ τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν. ἐνθουσιᾷ γὰρ ὅταν ἅψηται τοῦ Κλεομένους, ὑπʼ εὐνοίας, καὶ καθάπερ ἐν δίκῃ τῇ ἱστορίᾳ τῷ μὲν ἀντιδικῶν διατελεῖ, τῷ δὲ συναγορεύων.

ピュラルコスもこれらについて同様に記録しているが、もしポリュビオスの証言がなければ、彼を全面的に信じることはできなかったであろう。なぜなら彼はクレオメネスに言及する際には好意から熱狂し、歴史叙述の中でまるで法廷闘争のごとく、一方を終始弾劾し、他方を弁護し続けているからである。

構文注3 件
  1. 38.4εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι

    条件文の帰結節において不定詞 εἶξαι, ἐκβαρβαρῶσαι, πληρῶσαι, ἐπάγεσθαι が連続している。これは直前の節の主動詞 μέμφονται(非難する)に続く間接話法(非難の内容)として「〜すべきであったのに…」という義務・当為のニュアンスを含んで従属している構造、あるいは義務を表す非人称動詞(ἔδει 等)の省略を伴う構文として解釈される。全言語で「〜すべきであり、…すべきではなかった」という非難の内容として一致させている。

  2. 38.5ἧς τὸν ἀφανέστατον ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν

    関係代名詞 ἧς(先行詞は Σπάρτη)に導かれる節で、形容詞 ἄξιον に省略された連結動詞(ἦν または ἐστί)を補い、対格不定詞構文を形成している。分詞句 τοὺς ... τιθεμένους(ギリシア人の高貴な血統を重んじる者たち)が不定詞 ποιεῖσθαι の意味上の主語であり、その直接目的語が τὸν ἀφανέστατον(最も無名な者)、述語が ἡγεμόνα(指導者)である。「〜にとって、…を指導者とすることがふさわしかった」という骨格をなす。

  3. 38.6οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων ἢ τῇ φρουρᾷ καὶ τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι

    οὐ πρότερον ... ἤ(〜するまでは…しない)構文に不定詞 ἀνασχέσθαι が呼応している。直前の主節では「アカイア人たち」が与格(τοῖς Ἀχαιοῖς δεομένοις...)で示されているが、不定詞 ἀνασχέσθαι の意味上の主語および分詞 χαλινουμένους は不定詞構文の通則に従って対格へと移行している点に注意を要する(「彼らが轡を嵌められたように服従するのを耐え忍ぶまでは」)。イソップ寓話(馬が鹿に勝つために人間に乗馬を許し、轡を嵌められて自由を失う話)の比喩を踏まえている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:38.1-38.8