← プルタルコス

アラトス伝

§32.1-32.3

ペレーネー奪還にまつわる伝説と戦果

ペレーネー奪還の際、兜をかぶった女性捕虜の神殿前への出現と、アルテミス神像による敵軍錯乱の伝承が語られる一方、アラートスの記録では自軍の武力による駆逐と戦果が記されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§32.1

ἐν τούτῳ δὲ τῷ ταράχῳ μία τῶν αἰχμαλώτων, Ἐπιγήθους ἀνδρὸς ἐνδόξου θυγάτηρ, αὐτὴ δὲ κάλλει καὶ μεγέθει σώματος εὐπρεπής, ἔτυχε μὲν ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος, οὗ κατέστησεν αὐτὴν ὁ ἐπιλεκτάρχης ἑλὼν ἑαυτῷ καὶ περιθεὶς τὴν τριλοφίαν, ἄφνω δὲ ἐκδραμοῦσα πρὸς τὸν θόρυβον, ὡς ἔστη πρὸ τῶν θυρῶν τοῦ ἱεροῦ καὶ κατέβλεψεν εἰς τοὺς μαχομένους ἄνωθεν ἔχουσα τὴν τριλοφίαν, αὐτοῖς τε τοῖς πολίταις θέαμα σεμνότερον ἢ κατʼ ἄνθρωπον ἐφάνη, καὶ τοῖς πολεμίοις φάσμα θεῖον ὁρᾶν δοκοῦσι φρίκην ἐνέβαλε1 καὶ θάμβος, ὥστε μηδένα τρέπεσθαι πρὸς ἀλκήν. αὐτοὶ δὲ Πελληνεῖς λέγουσι τὸ βρέτας τῆς θεοῦ τὸν μὲν ἄλλον ἀποκεῖσθαι χρόνον ἄψαυστον, ὅταν δὲ κινηθὲν ὑπὸ τῆς ἱερείας ἐκφέρηται, μηδένα προσβλέπειν ἐναντίον, ἀλλʼ ἀποτρέπεσθαι πάντας οὐ γὰρ ἀνθρώποις μόνον ὅραμα φρικτὸν εἶναι καὶ χαλεπόν, ἀλλά καὶ δένδρα ποιεῖν ἄφορα καὶ καρποὺς ἀπαμβλίσκειν, διʼ ὧν ἂν κομίζηται.

この混乱の最中、捕虜となった女たちの一人で、名高き人物エピゲーテースの娘であり、自らも美貌と堂々たる体躯に恵まれた女性が、たまたまアルテミスの神殿の中に座していた。精鋭隊の長が彼女を自分のものとして捕らえ、三つの羽根飾りを付けた兜をかぶせてそこに置いていたのである。しかし騒動の音を聞いて彼女が突如走り出で、神殿の門前に立ち、三羽飾りの兜をかぶったまま上方から戦う者たちを見下ろしたとき、市民たち自身には人間を超えた尊厳に満ちた光景として現れ、神の幻影を目にしていると思った敵たちには恐怖と畏怖の念を投げかけ、誰一人として抵抗に向かう者はいなかった。他方、ペレーネー市民ら自身が語るところによれば、女神の木彫像は平素は触れられることなく安置されているが、女司祭によって動かされて外へ運び出されると、何人も正面から見据えることはできず、誰もが顔を背けるという。というのも、それは人間にとって恐ろしく耐え難い光景であるばかりでなく、それが運ばれて通る先々の樹木を不毛にし、実りを落とさせてしまうからである。

§32.3

τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ἀεὶ κατὰ τοὺς Αἰτωλοὺς ἀντιπρόσωπον ἔκφρονας καταστῆσαι καὶ παρελέσθαι2 τὸν λογισμόν. ὁ δὲ Ἄρατος οὐδὲν ἐν τοῖς ὑπομνήμασιν εἴρηκε τοιοῦτον, ἀλλά φησι τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν3 εἰς τὴν πόλιν ἐξελάσαι κατὰ κράτος, ἑπτακοσίους δὲ ἀποκτεῖναι. τὸ δὲ ἔργον ἐν τοῖς μεγίστοις διεβοήθη, καὶ Τιμάνθης ὁ ζωγράφος ἐποίησεν ἐμφαντικῶς τῇ διαθέσει τὴν μάχην ἔχουσαν.

まさにこの像をその時、女司祭が運び出し、常にアイトーリア軍の正面に向けて差し向けたことで、彼らを狂気に陥れ、理性を奪ったのだという。しかしアラートスは自らの『備忘録』の中でそのようなことは一切述べておらず、ただ自分がアイトーリア軍を敗走させ、逃げる敵とともに市内へと雪崩れ込んで力ずくで駆逐し、七百人を討ち取ったと述べている。この功績は最大の偉業の一つとして世に喧伝され、画家ティマンテースはその戦闘を生々しい迫真の構図で描き出した。

構文注3 件
  1. 32.1μία τῶν αἰχμαλώτων ... φρίκην ἐνέβαλε

    文頭の主格名詞句 μία τῶν αἰχμαλώτων は、まず μέν 節の定動詞 ἔτυχε(補足分詞 καθεζομένη を伴う)の主語となり、続く δέ 節でも分詞 ἐκδραμοῦσα および時間節 ὡς ἔστη ... を経て、主節動詞 ἐφάνη(θέαμα は主格補語)および ἐνέβαλε の共通の主語として一貫して機能している。

  2. 32.3τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ... καταστῆσαι καὶ παρελέσθαι

    前文の αὐτοὶ δὲ Πελληνεῖς λέγουσι に導かれた対格不定詞構文(間接話法)が継続している構文。不定詞 καταστῆσαι と παρελέσθαι の意味上の主語は対格分詞を伴う τὴν ἱέρειαν であり、τοῦτο(その木彫像)は分詞 ἐξενεγκαμένην および τρέπουσαν の直接目的語である。

  3. 32.3τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν

    動詞 φησι(言う、主張する)に続く間接話法において、不定詞 ἐξελάσαι および ἀποκτεῖναι の意味上の主語が主文の主語 Ἄρατος と一致するため、分詞 τρεψάμενος と συνεισπεσὼν が対格ではなく主格(主格不定詞構文)で置かれている。φεύγουσι は現在分詞与格男性複数で、複合動詞 συνεισπεσὼν(〜とともに突入する)に係り、「逃走する敵たちとともに」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:32.1-32.3