← プルタルコス

アラトス伝

§3.1-3.4

アラトスの青年期とシキュオンの僭主交代

アダンティダスから逃れたアラトスはアルゴスで育ち、体育に優れる一方で僭主への憎悪を深める。シキュオンではアバンティダスとその後継者パセアスが相次ぎ討たれ、ニコクレスが僭主となる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

οὕτω δʼ ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον1 εὐθὺς μὲν ἐνεφύετο καὶ συνηύξετο τὸ σφοδρὸν καὶ διάπυρον μῖσος ἐπὶ τοὺς τυράννους, τρεφόμενος δὲ παρὰ τοῖς ἐν Ἄργει ξένοις καὶ φίλοις πατρῴοις ἐλευθερίως, καὶ τὸ σῶμα βλαστάνον ὁρῶν εἰς εὐεξίαν καὶ μέγεθος, ἐπέδωκεν ἑαυτὸν ἀσκήσει τῇ περὶ παλαίστραν, ὥστε καὶ πένταθλον ἀγωνίσασθαι καὶ στεφάνων τυχεῖν.

このように密かに救い出されて危険を逃れたアラトスには、直ちにも僭主たちに対する激しく燃え盛る憎悪が芽生え、育っていったが、彼はアルゴスにある父祖伝来の客友や友人たちのもとで自由人にふさわしく養育され、その身体が壮健さと体躯の大きさを備えて成長していくのを見て、パライストラでの鍛錬に身を捧げ、五種競技を競い合って勝利の冠を得るほどになった。

§3.2

ἐπιφαίνεται δʼ ἀμέλει καὶ ταῖς εἰκόσιν ἀθλητική τις ἰδέα, καὶ τὸ συνετὸν τοῦ προσώπου καὶ βασιλικὸν οὐ παντάπασιν ἀρνεῖται τὴν ἀδηφαγίαν καὶ τὸ σκαφεῖον.2 ὅθεν ἐνδεέστερον ἴσως ἢ πολιτικῷ προσῆκον ἦν ἀνδρὶ περὶ τὸν λόγον ἐσπούδασε καίτοι γεγονέναι κομψότερον εἰπεῖν3 ἢ δοκεῖ τισιν ἐκ τῶν ὑπομνημάτων κρίνουσιν, ἃ παρέργως καὶ ὑπὸ χεῖρα διὰ τῶν ἐπιτυχόντων ὀνομάτων ἁμιλλησάμενος κατέλιπε.

実にその肖像にもどこか運動選手風の姿が現れており、その顔立ちの聡明さと王者のごとき気品も、大食と訓練の鋤の跡を完全には否定していない。このため彼はおそらく、政治を司る男子にふさわしいよりは熱意を欠いて言論に意を注いだのである。もっとも、彼が余事として、また即席でありあわせの言葉によって競うように急いで残した『回想録』から判断するある人々に思われているよりは、語るにおいて洗練された人物であったと伝えられる。

§3.3

χρόνῳ δὲ ὕστερον Ἀβαντίδαν μὲν οἱ περὶ Δεινίαν καὶ Ἀριστοτέλη τὸν διαλεκτικόν, εἰωθότα τοῖς λόγοις αὐτῶν κατʼ ἀγορὰν σχολαζόντων ἑκάστοτε παρεῖναι καὶ συμφιλονεικεῖν, ἐμβαλόντες εἰς τοιαύτην διατριβὴν καὶ κατασκευάσαντες ἐπιβουλὴν ἀνεῖλον, Πασέαν δὲ τὸν Ἀβαντίδου πατέρα τὴν ἀρχὴν ὑπολαβόντα Νικοκλῆς δολοφονήσας ἑαυτὸν ἀνέδειξε τύραννον.

それから時が経ち、デイニアスや弁証家アリストテレスをめぐる人々は、彼らがアゴラで談論している場にアバンティダスが常々同席して議論に加わる習わしであったのを利用し、彼をそのような議論に引き込み、陰謀を仕掛けて殺害した。そしてアバンティダスの父で権力を継承したパセアスをニコクレスが暗殺し、自らを僭主と宣言した。

§3.4

τοῦτον ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην,4 Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρτίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτο ἔγνωσαν, καταπατηθῆναι.

このニコクレスは、容貌がキュプセロスの息子ペリアンドロスに極めて酷似していたと言われる。それはちょうどアンピアラオスの息子アルクマイオンにペルシア人オロンテスが、ヘクトルにスパルタの若者が似ていたのと同様であり、その若者は見物人たちの群衆がそのことを知るや、彼らに踏みつぶされたとミュルティロスは伝えている。

構文注4 件
  1. 3.1ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον

    与格分詞句は、後続する主動詞 ἐνεφύετο καὶ συνηύξετο に対する関与の与格(または心的場所を示す与格)。文の後半では τρεφόμενος ... ὁρῶν ... ἐπέδωκεν ἑαυτὸν と主格構文に移行しており、前後の主語の交替(前半の主語は μῖσος、後半の主語は Ἄρατος)に伴って格が変化している。

  2. 3.2τὸ σκαφεῖον

    直訳すると「土掘り用の鋤・鍬」。ここではレスリング場(パライストラ)の砂土を平らにならす・掘り返す道具を指し、前置された ἀδηφαγία(大食)と並び、古代の重競技アスリートの身体的特徴・過酷な肉体修練を象徴する比喩的対格として用いられている。

  3. 3.2καίτοι γεγονέναι κομψότερον εἰπεῖν

    不定詞 γεγονέναι(完了不定詞)は、間接話法の動詞(λέγεται 等)を補って「〜であったと言われるが」と解する。不定詞 εἰπεῖν は形容詞 κομψότερον(より洗練された)を限定する指定の不定詞(「語るにおいて」)。

  4. 3.4καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην

    主文の τοῦτον ἐμφερέστατον ... Περιάνδρῳ ... γενέσθαι の対格+与格構文を引き継いだ省略構文。καθάπερ の節内では [ἐμφερέστατον γενέσθαι λέγουσι] が省略されており、似ている側が対格(τὸν Πέρσην Ὀρόντην, τὸν Λακεδαιμόνιον νεανίσκον)、似られている相手が与格(Ἀλκμαίωνι, Ἕκτορι)で並列されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:3.1-3.4